διὰ τί; οὐ γὰρ ταὐτὸν Ἐλπίδιός τε καὶ Πολυκλῆς. οὐδ’ εἰ τὴν ὥραν ἔφην ἐκεῖνον ἀποδεδόσθαι, καὶ σέ, οὐδὲ τὸ τοῦ δεῖνος ἐν Ῥώμῃ κελεύοντος ἰέναι συγκοι- μησόμενον τοῦτο ἦν Πολυκλέους, οὐδ’ εἰ δεδέσθαι χρῆν ἐκ τούτων ἐκείνῳ τὴν γλῶτταν, παρὰ σοῦ σιγὴν ἀπῃτοῦμεν. ἀλλὰ γὰρ ὁρᾶν μοι τὴν αἰτίαν τῆς ὀργῆς δοκῶ. κοινὰ κατ’ ἀμφοτέρων, ὡς ἔοικεν, ἦν ἐκεῖνα τὰ λεγόμενα· ἴσα μὲν ὑμῖν τὰ λήμματα, ἴσαι δὲ R II 324 νύκτες· ἴσα μὲν ἐκερδάνατε, | ἴσα δὲ κεχά- ρισθε. ᾤου τοίνυν οὐ περὶ ἐκείνου μᾶλλον ἢ σαυτοῦ ταῦτα ἀκούειν. καὶ τοῦ μὲν ἐγὼ κατηγόρουν, σὺ δὲ σαυτοῦ.