Κωνστάντιος δὲ οὔτ’ ἂν ἠγνόησεν οὔτ’ ἂν ἡσύ- χασεν, ἀλλ᾿ ὡς ἐπ᾿ ἀδελφῇ τε καὶ βασιλίδι πάντα ἂν ἔσεισε καὶ ταῦτα ἀφορμῆς δεόμενος εἰς τὸ τὸν ἄνθρω- πον ἀφελέσθαι τὸ σκῆπτρον. μετέμελε γὰρ αὐτῷ μετα- δόντι τῆς ἀρχῆς, οὐχ ὡς εὑρόντι κακόν, ἀλλ’ ὡς τοῦ βελτίονα. καὶ ἦσαν οἱ πάντα ἐξετάσοντές τε καὶ μηνύσοντες, οἱ καὶ συκοφαντοῦντες εὔφραινον.