τά γε μὴν περὶ μισθοῦ τίς τῶν ἁπάντων οὐκ ἐθαύμασε πλὴν τῶν διδασκάλων οἷς οὑμὸς νόμος ἐγένετο ζημία ταὐτὰ καὶ παρ’ ἐκείνοις τῶν νέων ἀξιούντων ἔχειν; τὰ δέ ἐστι τί; βουληθείς τις ἔδωκεν, οὐκ ἐθελήσας οὐκ ἔδωκε. καὶ πολλοστὸν δὴ μέρος οἱ βουλόμενοι, τὸ δ’ οὐκ ἐθέλον πολύ. ποιεῖ δὲ τὴν ἀτέλειαν τῷ πένητι μὲν ἡ πενία, τῷ πλου- τοῦντι δὲ ὁ πλοῦτος. ὅτῳ γὰρ ἔνι πολλά, φοιτῶν ἡγεῖται χαρίζεσθαι. | οὐδ’ ἂν εἷς ἐφίκοιτο τῆς ἐμῆς R II 312 εἰς ὑμᾶς κηδεμονίας καὶ δικαιοσύνης. ὥστ’ εἰ τοῦτο τὸ νῦν παρ’ ὑμῶν τισιν εὑρίσκεται, σαφέστατα θρώπων ἠδίκημαι χρηστοῖς οὐ χρηστὰ κεκομισμένος. 10. Ἔτι τοίνυν προσήκει με φανῆναι καὶ περὶ τοὺς 7 Dem. c. Phil. III p 112, 29 16 πολλοστὸν] ἤτοι ὀλίγον V2 cf. t. I 450,19; II 176,13; 358, 12 1 ἀξιοῦσι I Bong 3 αὐτοὺς ἀφεὶς V 7 οὔτε Re οὐδὲν C οὐδὲ reliqui libri Bong 11 ἀπήρκεσα Ι Bong 14 ἐγίνετο Va | παρεκείνοις Ι 21 ἡμᾶς V 23 χρηστὸς Bong | κεκοσμημένος I Bong διδασκάλους βέλτιστον γεγενημένον. οὐκοῦν ὁ μὲν Ἀσκαλωνίτης ἐκεῖνος ἥρπαζεν ἀεί τινα τούτων καὶ τοὺς μὲν εἰς φόβον καθίστη πληγῶν, τοὺς δὲ καὶ ἔπαιε. καὶ φανέντος εὐθὺς ἅπαντας ἔδει τῶν θρόνων ἀναπηδήσαντας δρόμῳ τε συρρεῖν ὡς αὐτὸν καὶ παρα- πέμπειν, καὶ τὴν ἐπὶ τοὺς θρόνους αὖθις ὁδὸν ἀπὸ τῶν ἐκείνου νευμάτων ἐλάμβανον, ἀντιβλέπειν δὲ οὐκ ἐξῆν, ἀλλὰ κύπτειν τε ἔδει καὶ τὴν ὑπεροχὴν εἰδέναι. ὥστ’ οὐδεὶς ἂν τηνικαῦτα ἑτέρῳ παρεκάθητο, ἀλλ᾿ ἔδει πάντα τοῦτον εἶναι τὸν χρόνον ἐκείνου τε καὶ τῶν παρ’ ἐκείνου. καὶ παραλείπω καινόν τινα φόρον νέων καὶ ὡς ὁ παῖς ᾦ πρὸς τοὺς ὁμιλητὰς ἐχρῆτο, τοῦτον εἰσέπραττε τὸν φόρον καὶ ὡς ἐν ταῖς ἐκδείαις ταύταις R II 313 ἔτρεμον οἱ διδάσκαλοι.