ἀλλ’ οὐδὲ θρα- συνομένων τινῶν καὶ τῇ τῶν ἀρχόντων φιλίᾳ πρὸς ὑπεροψίαν χρωμένων θυμοῦ τε ἐνεπλήσθην καὶ τιμω- ρίαν ἐζήτησα, ἀλλ’ ὡς μὲν οὐ δίκαια ταῦτα, ἠπιστάμην, φέρειν δὲ ὅμως ἠξίουν. ἄλλων δὲ ἄλλοις προστι- θεμένων παρ’ ἡμέραν νόμον κείμενον παραβαινόντων ᾔδειν μὲν τὴν ἀπὸ τοῦ πλήθους λύπην, ὡς δ’ ἂν ἄλυ- πος εἴην, ἡσύχαζον πρός τε καινότητα ἑτέραν ὥσπερ τις σιδηροῦς ἐκαρτέρησα. καὶ πλείοσι μὲν ἔχω λόγοις κἀνταῦθα δεικνύειν ἐμαυτόν, ἀρκεῖν δὲ ἡγοῦμαι καὶ ταῦτα. οὕτω καὶ εἴ τις τούτων οἶδεν, ὅπως δεῦρο 10 cf. t. I 81,7; 143,4. t. II 390,5 R 21 cf. Od. μ 280 κατὰ – 4 ἀξιῶν om V 6 τὰ ᾿μὰ A 7 δὲ Re 3 αὑτοῖς scripsi auctore Cobeto Coll. 132 αὐτοῖς libri sed ι in ras Ρ2, ex ὺ corr I2, edd | γύναια scripsi auctore Cobeto I. I. γένεια libri edd 9 ἶσον Ρ sed ~ in ' corr m3, Β 10 πα- τρώων Β 11 πρᾶσιν Ρ sed ' in ~ corr m3, Β | ἐτέρᾳ reposui e libris (ὑτέρα I) ὑστέρᾳ edd | τὲ Β 12 τοῖς Ρ sed ~ add m3 14 τῇ om Bong 17 δ’ (1) Re 18 παρημέραν V 19 ἂν εἰ? 21 ἐκαρτέρησα Ρ sed αρ et ε in ras m4 εἰσῆλθεν ἐκεῖνα τὰ φάρμακα, τήν γε τοῦ δίκην βάνοντος οὐκ ἂν ἔχοι τάξιν. 14. Ἐγὼ μὲν δὴ τοιοῦτος εἰς ἅπαντας, ᾤμην δὲ τούτων πεφηνότων κινήσεσθαι τὴν πόλιν κατὰ τὰ Ὁμήρου κύματα παρακαλούντων ἀλλήλους ἐπὶ ζήτησιν τοῦ πράγματος. καὶ γὰρ εἰ μὴ ῥᾴδιον εὑρεῖν, ἀλλὰ τό γε τῶν βουλομένων ἔδει γενέσθαι. νῦν δὲ τοσοῦ- τον ἀπέσχον τῆς τοιαύτης ὀργῆς καὶ τοῦ τὰ προσή- R II 315 κοντα ἀποδοῦναι τοσούτῳ κακῷ, ὥστε μικρὸν | τῶν καθευδόντων διήνεγκαν. οὐκοῦν οὐδὲ εἷς ἐξ ἁπάντων οὔτ’ ἐβόησεν οὔτε τὸν μηρὸν ἔπληξεν οὔτε τὴν χεῖρα ἦρεν εἰς οὐρανόν. καίτοι καλῶς γ’ ἂν εἶχεν αὐτοῖς καὶ ἁμαρτεῖν ἐνταῦθά τι καὶ τὰς χεῖρας ἐπὶ τοὺς πα- ραπίπτοντας ἀφεῖναι, κἂν εἰ πλεῖστον ἀπεῖχον τῆς αἰτίας.