ἐγὼ δὲ οὐδέτερον, ἀλλ’ ἔφυγον μὲν τὸ ζητεῖν, ὥσπερ ὁ πρότερος, κρατεῖν, ἦν δὲ οὐδὲν ἐοικὼς τῷ δευτέρῳ κατὰ τὴν φύσιν, ἀλλ’ ἀναμίγνυμαι μὲν ἅπασιν ἐν οὐδενὶ πλεονεκτεῖν οὐδενὸς ἀξιῶν, ἀλλ’ ἀπ᾿ ἴσου τοῦ σχήματος συνδιατρίβων. γελᾶν δὲ ἔξεστι καὶ σκώπτειν καὶ παίζειν. καὶ τἀμὰ νῦν μὲν ἡγεῖται τῶν παρ' ἐκείνων, νῦν δ’ ἕπεται. νέους δὲ παρ᾿ αὑτοῖς ἀκούων γύναια τρέφειν οὐκ ἐποίησα τὸ τῶν ἠδικημένων, ἀλλ’ ἴσον ἀπέσχον τοῦ τε ἀγανακτῆσαι καὶ τοῦ προσαιτῆσαι. τὴν | δὲ τῶν πατρῴων πρᾶ- R II 314 σιν οὐ θεραπεύσας ἑτέρᾳ κτήσει, πλουσίους δὲ ἐκ πενήτων τινὰς ἐκείνων ὁρῶν τοῖς μὲν συνήσθην τῆς τύχης, ἐμαυτῷ δὲ οὐ συνηχθέσθην.