XXXVI (XXXV R) ΠEPI ΩN ΦΑΡΜΑΚΩΝ. ἡ μὲν μεγίστη μοι λύπη τὰ κατὰ τῆς ἐμῆς R II 307 ψυχῆς τε καὶ σώματος ἀνθρώποις γόησι μεμηχανημένα τε καὶ τετελεσμένα, οὐ μικρὸν δὲ εἰς ἀθυμίαν οὐδὲ τὸ τῆς ἐπιβουλῆς ἐγνωσμένης καὶ πάσης ὡς εἰπεῖν τῆς πόλεως δεδεγμένης τὸν περὶ τοῦ κακουργήματος λόγον συντυγχάνειν μὲν ἡμῖν τινας οὐκ ὀλίγους εἶναι δο- κοῦντας φίλους, τούτων δὲ τοὺς μὲν μηδὲ ἀξιοῦν τι περὶ τοῦ πράγματος ἢ λέγειν ἢ | ἀκούειν, τοὺς R II 308 δ’ οὕτως ἀηδῶς, ὥστε ἐγγὺς ἐκείνων εἶναι.