τίνες δὴ καὶ δειπνοῦσιν ἦσαν ὑμῖν πρὸς τὰς μητέρας οἱ λόγοι; ψευδόμενοι μὲν γὰρ καὶ ἐκ λόγων ἥκειν αὐταῖς λέγοντες κὰτ αὐτὸ τοῦτο ἠδικεῖτε, σεσιωπηκέναι δὲ ὁμολογοῦντες τί ἄλλο ἢ στένειν ἐποιεῖτε δυστυχεῖς αὐτὰς ἀποφαίνοντες μητέρας καταρωμένας σφίσιν αὐταῖς ὕβριν καὶ λώβην καὶ ὀνείδη τεκούσαις. ταχύ γ’ ἂν ὑμᾶς αἰσχυνθείη χειροτέχνης, ταχύ γ’ ἂν ὑπουργήσειε κελεύουσι, ταχύ γ’ ἂν ἐλπίσειε δυσχερὲς αὑτῷ τι λυθήσεσθαι δι’ ὑμῶν, ὅταν ὑμεῖς ἄλλων δέησθε τῶν ὑπὲρ ὑμῶν ἐρούντων.