οὕτω τὰ μὲν ἡδέα ἡμῖν εἰς ἀηδίαν τελευτᾷ, τὰ δὲ ἀηδῆ δοκοῦντα εἰς ἡδονήν, ἡδονὴν ἣ μόνη πρέπουσά ἐστιν ἀνδρί γε ὡς ἀληθῶς, ἣν ἔξεστι καλὴν προσειπεῖν. τί γὰρ εἴποι τις ἂν κάλλιον ἢ εἰ καθ’ ἅπασαν τὴν πόλιν λόγος εἵη περὶ λόγους ῥηθέντας καλῶς; οὕτω μὲν ἂν καὶ ἀλλήλοις ἐγώ τε καὶ ὑμεῖς ἡδέως συνείημεν, ἐγὼ μὲν εἰληφὼς χάριν, ὑμεῖς δὲ δεδωκότες, ὡς νῦν γε δυσχεραίνομεν ἀλλήλους, ὑμεῖς μὲν ἐμὲ τὸν ὑφ’ ὑμῶν ἀδικούμενον, ἐγὼ δὲ ὑμᾶς τοὺς ἀδικοῦντας ἐμέ. 21 δυσχεραίνομεν] ἤτοι μισοῦμεν, καὶ διὰ τοῦτο συνετάχθη αἰτιατικὴ, ὅτε δὲ κεῖται τὸ δυσχεραίνει ἀντὶ τοῦ ἀλγεῖ, συν- τακτέον δοτικῇ V2 1 φὴς ΜοΙΒ 5 ἡδὺ — 12 ἔχει citat Plan fol. 104v 6 διατοῦτο MoIMBV Plan 9 ἴδιον C | μὴ δὲ MoIMBV Plan 11 στεφάνους Plan 12 σιωπὴν I 1 συγγράμματι ΑΡ sed in hoc σ supra τ scr m3, IMBV 13 δ’ Re | ἐνταῦθα Ι 14 ὑμῖν Β sed ν in ras 15 ἡδονὴν fortasse cancellandum 16 ὡςαληθῶς Β 17 ἂν post τις inserui e V, post γὰρ e Mo Re om reliqui libri 28. Γένεσθε δὴ μεγάλοι καὶ ἰσχυροὶ καὶ λαμπροὶ καὶ τοὺς ἐν ταῖς ἄλλαις πόλεσιν ἡλικιώτας ὑμῶν αἰδέσθητε τούς τε νῦν λαγὼς ὑμᾶς ὀνομάζοντας ἄλλο τι κάλλιον καλεῖν ἀναγκάσατε. καὶ τάχα γ’ ἄν τις καιροῦ πρεσβείας ἥκοντος ἐφ’ ὑμᾶς ἔλθοι τοὺς μὲν πρεσβυτέρους ἀφιεὶς ὡς ἄν τινος δεομένους ἀναπαύ- σεως, ὑμῶν δέ τινας ἰέναι γράφων ὡς ἀπὸ τῆς γνώμης ὁπόσα ἂν ἐκεῖνοι. τοῦτο μᾶλλον ἀγορῶν ἁπασῶν καὶ στοῶν κοσμήσειεν ἂν τὴν πόλιν. τοῦθ’ ὑμᾶς μᾶλλον ἢ πάντες μὲν ἀθληταὶ τέρψει, οἶμαι, πάντες δὲ κυνηγέται, πάντες δὲ ἡνίοχοι. τοῦτ’ ἐμοὶ τὰς πολλὰς τὰς νῦν ἀθυμίας ἐκβαλεῖ τῆς ψυχῆς. τοῦτο μόνον ἄν μοι γένοιτο πρὸς τὰ παρόντα φάρ- μακον. 1 λαμπροὶ καὶ om Ι 3 τούς] καὶ Ι 9 ἁπασῶν Ρ sed ἁ in ras m2 10 τέρψει, οἶμαι Re τερψόμενοι libri 11 κυνη- γέται, πάντες δὲ in marg Μο2 12 ἐκβαλεῖ scripsi e V cum Cobeto Coll. 131 ἐκβάλῃ CMoA ἐκβάλοι Ρ sed οι in ras m3 ἐκβάλλῃ Ι ἐκβάλλη Β ἐκβάλλοι Μ 14 τέλος τοῦ λόγου τοῦ πρὸς τοὺς οὐ λέγοντας subscr Α