ἔτι τοίνυν οἱ νῦν πρεσβύτεροι ἦν ὅτε ἦσαν ἑτέρων τεροι καὶ πλείονί γε ἐκείνων ἢ ὅσον ὑμεῖς τούτων νεώτεροι. ἔρεσθε οὖν αὐτούς, εἰ τὸ ὑμῶν ἐποίουν καὶ οὔτε ἔλεγον οὔτε ἀντέλεγον οὔτε προεπήδων. καὶ τάχα εὑρήσετε πάντα ταῦτα πεποιηκότας καὶ τούτοις βλαβέντας μὲν οὐδέν, κερδάναντας δὲ τὰ μέγιστα, ὃ καὶ τοὺς εἰωθότας κρατεῖν τεθορύβηκεν. οἶδα δὲ οὐδὲ τοῖς τρισὶ τούτοις οἳ τὰ τῶν πάλαι νεωτέρων τᾶι νῦν πρὸς αὐτοὺς γεγηρακότας, αἰσχύνην τοῦτ ἐνεγκὸν καὶ ψόγον, ἀλλὰ δόξαν τε καὶ ἐπαίνους καὶ τὸ τῆς ἐκείνων δυνάμεως εἶναι μὴ πόρρω. 25. Παύσασθ’ οὖν εἰς αἰδῶ τε καὶ ἐπιείκειαν τοῦτο ἀναφέροντες ὃ τῷ μὴ δύνασθαι λέγειν γίγνεται, ἐπεὶ πολλάκις γε ἀνδρός τινος ἀπόντος ἀνάγκης ὑμᾶς κατα- λαβούσης λέγειν ἠξιώσατε καλεῖν ἐκεῖνον ὡς οὐκ ἔχοντες ὅ τι ἂν καὶ λέγοιτε. τί οὖν; ἂν ἐκεῖνος τε- λευτήσῃ τὸν βίον, τί δράσετε; πρεσβείας ὡς τὸν τωνα δεήσεσθε πέμψαι δεῦρο τὸν ἄνδρα δεησομένης, ὅπως γένοιντο περὶ τῶν πραγμάτων λόγοι. οὐ γὰρ δὴ τῷ ’κείνου γε θανάτῳ γενήσεσθε ῥήτορες. οὐκοῦν ζῶντος ἄμεινον ἅψασθαι τοῦ λέγειν κτησομένους δύ- ναμιν ἢ τεθνεῶτος ἐπιχειρεῖν, εἶτ’ ἀποροῦντας ἀσχη- μονεῖν. εἰ δὴ τὸ μὲν δύνασθαι λέγειν ἀναγκαῖον, τοῦτο δὲ δεῖται βιβλίων, βιβλίοις ὁμιλητέον ὑμῖν. 3 καὶ — 4 νεώτεροι οm Ι | πλείονί γε Re πλεῖον εἴγε CMoAP πλεῖον γε Β πλείων γε Μ πλεῖον οἴ γε V 5 οὔτ’ (2) Re 7 ταμέγιστα Ι 11 ἐνεγκὼν Μο ἐνεγκεῖν Ι 13 παύσασθ’ Ρ sed σασθ’ in ras m3 11 τὸ I | γίνεται Μο 17 ὅτι ΙΜΒ 19 δεηθησομένης Ι 21 κείνου ΙΜ Re 22 ἅψεσθαι ΙΒ | κτησομένους scripsi auctore Re κτησαμένους libri Re 26. Ἀλλ’ ἡδὺ τὸ μὴ πονεῖν, ὃ δέ γε φῂς αὐ- τός, ἀπαιτεῖ πόνον. καὶ τί δεινὸν ἀποστάντας νῆς βλαβερᾶς χρήσασθαι πόνοις συμφέρουσιν; εἰ τὸ τέλος τοῦ τέλους βέλτιον, βελτίων τῆς ἡδονῆς ὁ πόνος. ἡδὺ μὲν τοῖς γεωργοῖς ἀργεῖν, ἀλλ’ ἀνάγκη πεινῆν. διὰ τοῦτο ἀροῦσι καὶ | σπείρουσι πο- R II 295 νοῦντες, ὅπως μὴ τοῦτο πάθοιεν. ἔνι πόνος ἐν τῷ πλεῖν καί, νὴ Δία γε, καὶ κίνδυνοι. ἀλλὰ τὸ προσ- θεῖναι τοῖς οὖσιν ἥδιον ἢ τὸ μηδὲ ἐπιβῆναι τοῦ σκάφους. εἰ ταῦτα πύκτης ἐλογίζετο, πότ᾿ ἂν ἠνέγκατο στέφανον; ἡδὺ ζῆν ἔξω λόγων. ἡ δ’ ἐν δικαστηρίοις σιωπὴ λύπην οὐκ ἔχει; ἀηδὲς συγγράμμασι δοῦναι τὰ ὄμματα. ὁ δὲ ἐντεῦθεν τόκος οὐχ ἥδιστον;