ταῦτά σοι καλὸν ποιήσει τὸ στόμα, ταῦτα ῥέον δείξει, ταῦτα ταχεῖάν τε ἀπεργάσεταί σοι τὴν γλῶτταν καὶ ἅμα τίας κρείττονα, ἀπὸ ταύτης οἰκοδομήσεις λαμπρότερον καὶ γεωργήσεις κάλλιον καὶ πλειόνων ἐπίπλων ἔσῃ δεσπότης καὶ τοὺς ἐμοῦ τε καὶ σοῦ κατηγοροῦντας ἐπιστομιεῖς, ὡς οὐ μεταβάλλων γέ τι τῶν νῦν ἐν ναμίᾳ βιώσῃ. 10 cf. t. II 387, 13 sq. 13 cf. t. I 502, 3 1 τίς Β 2 ἀσέβειαν scripsi coll. 1. 4 ἀσεβῶν ἀσέλγειαν libri Re 4 μὲν om M 6 τίς Β | ὄψεται ὑμᾶς Ι 7 εἰ δ’] οὐδὲ Μο 9 Ἶσον Μο | ἐκατέρων Μο sed ν eras, Ι 15 τῶν om CMo | δὲ? 17 βίβλου CMo | τί ΜοΙΒV 19 σοι inserui e libris om Re 20 κρείττω V sed ω ex ονα corr m2 23 ἐπιστομιεῖς Re | οὐ ex εἰ corr Ι | μὴ μεταβάλλων Ι | γε τί Ι 20. Τάχ’ ἂν οὖν τίς με ἔροιτο· τί δ’; ἅπαντές εἰσὶν οἱ τῇδε τοιοῦτοι; λέγει δὲ οὐδεὶς τῶν σοὶ πεπλησιακότων οὐδέ γε πολιτεύεται; ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἂν φαίην οὐδ’ ἂν μαχεσαίμην τοῖς οὕτω φανεροῖς, ἐκεῖνο δέ, ὅτι ὀλίγοι μὲν οὗτοι, πολλοὶ δὲ ἐκεῖνοι. οἱ μὲν δύο ἢ τρεῖς, οἱ δὲ δεκάκις τοσοῦ- τοι. ἔδει δέ, εἴπερ ἄρα καὶ τοῦτο ἔδει, τρεῖς μὲν εἶναι τοὺς οὐ λέγοντας, πολλάκις δὲ τοσούτους τοὺς λέγοντας. οὐδὲ γὰρ ἀγρὸν ἐπαινέσαιμ᾿ ἄν, οὗ τὸ ἀργόν, οὐδὲ παιδοτρίβης εὐδόκιμος, ὅτῳ τρεῖς μὲν ἐπίστανται παλαίειν, τὸ δ’ ἄλλ0 πᾶν ἄλλως ἀριθμός. λόχον δὲ καθίσαι τις ἂν ἀνδρῶν εἴκοσιν ἢ καὶ νων, ἐν ᾧ πλὴν τριῶν δειλοὶ πάντες πάσχοντες οἷά φησι τοὺς κακοὺς ἐν ταῖς ἐνέδραις Ὅμηρος;