εἰ δ’ οὐκ ἔστιν ὑμῖν ὅλως ἀποστῆναι τῶν παιδικῶν ἐκείνων, συμφορὰ μὲν πᾶν τὰ ζημιοῦντα, ὑμεῖς δὲ ἴσον ἑκατέρῳ νέμετε, τῷ τε χείρονι τῷ τε βελτίονι. καίτοι ποῦ τοῦτο δίκαιον; ἀλλ’ ὅμως δίδωμι. δεδείπνηκας. μὴ διάτριβε τῇ μνήμη περὶ τοὺς ἡνιόχους | ἐρίζων πρὸς τὸν οἰκέτην, ἢν R II 292 μηδεὶς ἄλλος παρῇ, ἀλλ’ αἰτησόμενος βιβλίον θήξας τὴν γλῶτταν κάθευδε κἀν ταῖς μακροτέραις τῶν κτῶν ᾆδε μετὰ τῶν ἀλεκτρυόνων εἰς ἀγοράν τε ἐλθών, ἢν τὰ πράγματα παρέχῃ, μὴ νόμιζε αἰσχύνην ὀφλήσειν, ἢν ὀφθῇς ἐκ βιβλίου τι λαμβάνων.