ὅταν οὖν ἀκούητε λεγόντων, ὡς οἱ μὲν ἦσαν πύργοι τῆς πόλεως, ὑμεῖς δὲ προδόται, καὶ οἱ μὲν αὐτὴν ἐποίουν εὐδαί- μόνα, ὑμεῖς δὲ ἀθλίαν, καὶ ὡς ἦν ποτε ἡ βουλὴ μέγα, νῦν δ’ ὀλίγον μὲν αὐτῆς οὐ τεθνήκει τὸ πλέον δὲ οἴχεται, πῶς ἅπτεσθε σιτίων; πῶς δὲ ἀξιοῦτε ζῆν; πῶς δὲ οὐκ εὔχεσθε | τὴν γῆν ὑμῖν χανεῖν; τοῦτο R II 289 γάρ, τοῦτό ἐστιν ἐφ’ ᾧ τις ἂν μάλιστα ἀλγήσειεν, ὅτι δυστυχοῦντες οὐκ αἰσθάνεσθε, ἀλλὰ σὺν ἡδονῇ ζῆτε καὶ γελᾶτε πρός τε ἀλλήλους καὶ τοὺς ἄλλους καὶ ἐν- τυγχάνετε τοῖς ἀνθρώποις ὄμμασιν ὡς ἐν οὐδενὶ καθεστηκότες κακῷ. 12. Καίτοι τί δεινότερον τῆς ἀφωνίας ταύτης; περὶ ἦς τίς ἂν ὑμῖν εἴη δικαία πρόφασις; τοῖς μὲν γὰρ αὖ γονεῦσιν οὐκ ἂν ἔχοιτε ἐγκαλέσαι, ὡς οὐ παρέδοσάν 1 cf. t. II 139, 7 sq.; 404, 17. ep. 286. 217 5 cf. p. 146, 6. t. Ι 403, 23; 404, 5. t. II 176, 3. t. III 110, 8 R ep. 100. 889 6 t. Ι 133,21; 139,9; 157,9; t. II 171,1; ep. 292 14 cf. ad t. II 328, 20 2 δ’ ἂν scripsi δὲ libri Re 8 ὖν οm CMo 12 δὲ Re | ὀλίγως Μο 13 ἅπτεσθαι Ι 14 εὔχεσθαι Ι 15 ἂν οm Μο 16 δυστυχοῦντες Ρ sed σ in ras m2 | αἰσθάνεσθε Ι 18 ἀναπεπταμένοισιν ὄμμασι Ι 19 ἐν οm Ι | καθεστηκό- τας Ι 21 εἴη ὑμῖν Μο | γὰρ οm Β | οὖν Β 22 γονεῦσι Ι τε ὑμᾶς παρ’ ὧν ἦν τι μαθεῖν καὶ ἀνηλώκασι τὰ εἰω- θότα βιβλία τε ὠνούμενοι καὶ μισθὸν τελοῦντες, οὐ τοίνυν οὐδ’ ἡμῖν ἢ] ὡς οὐκ ἐπισταμένοις. μαρτυ- ροῦσι δὲ τούτῳ τῷ λόγῳ πολλαὶ πόλεις ἐν πολλοῖς ἔθνεσιν, ἐν αἷς οἱ παρ’ ἐμὲ πεφοιτηκότες ἔχουσιν ἐκ τοῦ λέγειν τὸ κρατεῖν. καὶ εἰ μὴ μακροῦ τε πρὸς τοῦτο ἔδει λόγου καὶ ἅμα ἦν ἐπαχθές, κατέλεξα ἄν.