ΧΧΧV (XXXIII R). ΠΡΟΣ ΤΟΥΣ ΟΥ ΛΕΓΟΝΤΑΣ. R II 284 Καὶ ἐμὲ καὶ τὴν πόλιν καὶ ὑμᾶς καὶ τοὺς ὑμετέρους πατέρας ζῶντάς τε καὶ τετελευτηκότας δα- κρύσειεν ἄν τις εἰκότως ὁρῶν τὴν ὑμετέραν ἐν τοῖς δικαστηρίοις ἀφωνίαν. ἧς πάλαι μὲν ὑμῖν ἐξῆν ἀπηλ- λάχθαι μὴ τὰς ἐμὰς ἀτιμάσασι παραινέσεις, γένοιτο δ’ ἂν καὶ νῦν, εἴ μοι προσέχειν ἐθελήσετε, τῆς νης ἴασις. εὔχομαι τοίνυν τοῖς τὴν πόλιν ἔχουσι τὴν ἡμετέραν θεοῖς δοῦναί μοι περὶ ὧν ἥκω συμβου- λεύσων, εἰπεῖν τε μετρίως καὶ πειθομένους ὑμᾶς βεῖν. κοινὸν γὰρ δὴ τοῦ τε λέγοντος καὶ τῶν ἀκου- όντων τὸ κέρδος τὸν μὲν εἰρηκέναι δόξαι τὰ βέλτιστα C = codex Chisianus Α = Monacensis gr. 483 (Augustanus) Ρ = Palatinus gr. 282 Mo = Monacensis gr. 101 Ι = Marcianus append. XCI 2 Μ = Marcianus gr. 437 Β = Barberinus II 41 V = Vindobonensis phil. gr. XCIII 1 λε ante πρὸς A, supra πρὸς C τοῦ αὐτοῦ ante πρὸς V | λόγος εἰκοστὸς ἕκτος post λέγοντας V rubr, μς in marg C, κζ ιη marg Β 3 τε om Ι 5 ἡμῖν Μο 6 εἰ μὴ Mor | ἀτι- μάσητε Mor sed γρ ἀτιμάσασι in marg 10 τε om Μ 11 τοῦ — 12 κέρδος] τὸ κέρδος τοῦ τε λέγοντος καὶ τῶν ἀκουόντων ΙΜΒ 12 τὸ κέρδος τὸ τὸν V num κέρδος κέρδος τὸ? τοὺς δ’ ἀντὶ τῶν ἡδέων ἑλέσθαι τὰ συμφέροντα. εἰ δ’ αὖ ἐπὶ τῶν νῦν φιλονεικήσετε μένειν, ἥττω μέν, κερδανῶ δὲ ὅμως αὐτό γε τὸ περὶ τῶν τοιούτων συμβεβουλευκέναι. 3. | ικρὸν δέ τις ὑμῶν ἀποκρινάσθω μοι· R II 285 τίς ὑμῖν προσηγορία κοινή; φαίητ’ ἄν· οἱ πολι- τευόμενοι. τὶ τοίνυν ἔργον ταυτησὶ τῆς προσηγο- ρίας; γνώμῃ λειτουργῆσαι καὶ λόγοις εἰσηγήσασθαι το δέον, κωλύσαι τὰ βλαβερά, τοῖς μὲν συνειπεῖν, τοῖς δὲ ἀπαντῆσαι, ἀκολουθῆσαι μὲν εὖ φρονοῦσιν ἄρχουσι, μαχέσασθαι δὲ τὸ λυσιτελοῦν οὐχ ὁρῶσιν, ἀντιστῆσαι ταῖς ἀπὸ τοῦ θρόνου φωναῖς τὰς ἀπὸ τοῦ βουλεύειν, τὸ φοβεῖν μᾶλλον ἢ δεδιέναι ἐκ ῥητορείας ἔχειν. ταῦτ’ ἐστιν ὁ πολιτευόμενος, οὐ ξύλα καὶ κάμινοι καὶ ἵπποι καὶ ἀθληταὶ καὶ ἄρκτοι καὶ κυνηγέται. καλὰ μὲν γὰρ καὶ ταῦτα τὰ ἀναλώματα καὶ φέροντα τιμὴν μὲν τῇ πόλει, δόξαν δὲ τῷ δαπανωμένῳ, ἀλλ’ οὔπω τοῦτ’ ἔστι πολιτεύεσθαι, ἀλλ’ εἴδη μὲν οἶμαι λειτουρ- γιῶν, ἕτερον δὲ ὁ πολιτευόμενος, οἷον ἔλεγον ἀρτίως. κἂν δεκάκις τούτων τις ἕκαστον πρὸς τὴν ἑαυτοῦ ποιῇ, φιλοτιμία μὲν καὶ μεγαλοψυχία καὶ λαμπρότης 13 cf. ad p. 6, 12 1 τούς AIMB | δὲ Re 2 μένειν Μ | κερδάνω CMoAPIMB sed in κερδανῶ corr P3M2 4 ἀποκρινέσθω Mor 5 ὑμῖν Α sed ι in ras paulo maiore m2 ἡμῖν Μοιρῶ Mor | φαίαιτ’ Α φαίησάν γ’ Μοr 8 δέος Μο Mor | κωλύσαι V sed ΄ e ~ corr m3 κωλῦσαι ΜοΜ Mor fortasse recte cf. ad p. 30,14; t. Ι 272, 5; 487,12; II 173,8; 237,7 11 δὲ ταῖς Β | χρόνου Μο Mor 12 φοβεῖν μᾶλλον ἢ δεδιέναι scripsi auctore Re coll. p. 213, 19 δεδιέναι μᾶλλον ἢ φοβεῖν libri sed verba φοβεῖν et δεδιέναι litteris suprascriptis transposuit Μ2 et μὴ ante δεδιέναι inse- ruit Ρ2 13 τοῦτ’ Re 16 τῶν δαπανωμένων Μο sed ν (4) add m2, Mor 17 ἤδη CAP Re 19 τίς MolB | ἕκαστον Ρ sed ἕκαστο in ras m2 20 μὲν om I ταῦτ’ ἂν εἴη, πόρρω δέ γε τοῦ τῆς πολιτείας τος. δῆλον δὲ ἐκεῖθεν. πολλοὶ πατέρες καί, νὴ R II 286 Δία γε, καὶ μητέρες | τῶν ἀνδρῶν αὐταῖς οἰχομἐ- νων ἤγαγον ἐπὶ τὰς τοιαύτας δαπάνας τὰ μὲν ἄρτι γάλακτος ἀπηλλαγμένα παιδία, τὰ δὲ οὔπω. τούτοις οὖν ἐκείνης μεταδώσει τις τῆς προσηγορίας; οὐδείς, πλὴν εἰ παραπαίοι γε. πῶς γὰρ ἂν ὅ γε μηδ’ ὅτι λειτουργεῖ δυνάμενος εἰδέναι τὸ τοῦ πολιτευομένου πράξειε; πῶς δ’ οὐ πράττων τῷ τῆς πράξεως ἂν ὀνό- ματι καλοῖτο; καὶ ὑμεῖς τοίνυν, ὥσπερ ἐκεῖνο τὸ παι- δίον, λελειτουργήκατε μέν, πολιτεύεσθε δ’ οὔ. 6. Καὶ τοῦτο πάλαι μὲν ἤκουον τῶν ἐμοί τε ἐπι- χαιρόντων καὶ ὑμῶν καταγελώντων καὶ οὐκ ἠπίστουν, ᾔδειν γὰρ ὑμῶν ἐν πολλοῖς χώροις τὰς γλώττας, νῦν δὲ δὴ καὶ σαφέστερον ἔγνων τὴν ἐμαυτοῦ συμφοράν. εἰσῆλθον μὲν γὰρ τὸν ἄρχοντα προσερῶν, ὡς οὐκ ἔδει, παρῆν δὲ ἡ βουλὴ πᾶσα. προὔκειτο δέ τι τῶν δαίων ἀπαιτοῦν λόγον καὶ ῥήτορας. τῶν δ’ ἄλλων ὃ δοκοῖ σφίσι λυσιτελεῖν λεγόντων ὑμεῖς ἐπολιτεύεσθε τῇ σιωπῇ τοσοῦτον συνεισφέροντες, ὁπόσον νεύματι τὸ λεγόμενον ἐπαινέσαι, μᾶλλον δὲ οἱ μὲν ἑωρῶντό τε ὑμῶν καὶ τοῦτ’ ἐποίουν, οἱ δ’ οὐδὲ τοῦτο, ἀλλὰ κρύ- ψαντες αὑτοὺς ὑπὸ τοῖς νώτοις ἐκείνων οὐδὲν οἰκετῶν R II 287 | διέφερον εἰς δεσπότας βλεπόντων. ἐξιόντων δὲ 1 σχήματος Sintenis at cf. t. II 27,6; Plat. rep. p. 567 Ε 3 καὶ om Β | ταύταις Mo sed αὐταῖς in marg 6 ἐκείνοις Μο καὶ ἐκείνοις Mor | τις μεταδώσει V | τίς Β 7 εἰ μὴ Mor | παραπαίει V παραπαίει Μοr | ἂν inserui e V om reliqui libri edd 9 περὶ δ’ ὅ τις πράττων Μοr 10 καλείτω CMo Mor 11 δὲ δὲ Re 13 ὑμῖν Μ 14 εἶδόν Mor, γρ ἰδεῖν in marg 18 δὲ Re 19 δοκεῖ IMBV | πολιτεύεσθε Mor 22 οἳ ΑΜο οἵ ΙΜΒV 23 αὐτοὺς Μο Μοr ἑαυτοὺς Re ὑμῶν τοῖς μὲν ἐξ ὧν εἰρήκεσαν ὑπῆρχε μέγα φρονεῖν, ὑμῖν δ’ ἐκ τοῦ σεσιγηκέναι τεταπεινῶσθαι καὶ τοῖς γε ἀκολούθοις ἐκατέρων τοῖς μὲν ἐκείνων χαρά, τοῖς δ’ ὑμετέροις κατήφεια. τίνες δὴ καὶ δειπνοῦσιν ἦσαν ὑμῖν πρὸς τὰς μητέρας οἱ λόγοι; ψευδόμενοι μὲν γὰρ καὶ ἐκ λόγων ἥκειν αὐταῖς λέγοντες κὰτ αὐτὸ τοῦτο ἠδικεῖτε, σεσιωπηκέναι δὲ ὁμολογοῦντες τί ἄλλο ἢ στένειν ἐποιεῖτε δυστυχεῖς αὐτὰς ἀποφαίνοντες μητέρας καταρωμένας σφίσιν αὐταῖς ὕβριν καὶ λώβην καὶ ὀνείδη τεκούσαις. ταχύ γ’ ἂν ὑμᾶς αἰσχυνθείη χειροτέχνης, ταχύ γ’ ἂν ὑπουργήσειε κελεύουσι, ταχύ γ’ ἂν ἐλπίσειε δυσχερὲς αὑτῷ τι λυθήσεσθαι δι’ ὑμῶν, ὅταν ὑμεῖς ἄλλων δέησθε τῶν ὑπὲρ ὑμῶν ἐρούντων.