ὥσπερ οὖν ἐκεῖνος εἰ τοῦτ’ ἐποίει, μαίνεσθαι τοῖς σωφρονοῦσιν ἔδοξεν ἄν, οὕτως ὑμεῖς πρὸς ἐμὲ περὶ μηνῶν λέγοντες. καὶ γὰρ οὐδ’ ἐκεῖνό | γ’ ἂν εἴποι τις, ὡς ἀπελθεῖν R II 270 μὲν οὐ παρῄνεσα, ἀπελθόντας δὲ ἐπῄνεσα. ἀλλὰ ποίᾳ μὲν οὐκ ἐχρησάμην ὀργῇ; ποίας δὲ οὐκ ἀφῆκα φωνάς; τίνας δὲ οὐκ ἐφθεγξάμην λόγους θανατώντων εἶναι λέγων καὶ παραπαιόντων τὴν μετανάστασιν καὶ τὰ μὲν οὐ δεινὰ δεδοικότων, τὰ δὲ δεινὰ θαρρούντων; ἃ καὶ τούτους, ὥσπερ ἑτέρους πολλούς, εἰκὸς ἦν ἀκη- κοέναι, ἀλλ’ ὅμως αὑτοὺς ἡγοῦντο βεβουλεῦσθαι βέλ- τίον.