| καὶ τοιαῦτα ποιῶν καὶ τοιαῦτα ἐπιτρέπων R II 283 καὶ τοιαῦτα χαριζόμενος ὅμως ἀξιοῖ φοβερὸς εἶναι τοῖς διδασκάλοις καὶ βλέπων ἄγριον ἐφέστηκεν οὐδὲν ἱκανὸν νομίζων, πᾶν ἔλαττον τοῦ προσήκοντος, ἐξ ὧν ἀηδῶς ἄν τινα διαθείη σκοπῶν, εἰσιὼν μὲν λυπῶν, ἐξιὼν δὲ χαίρειν παρέχων, φαυλίζων μὲν ᾦ χρῆται διδασκάλῳ, θαυμάζων δὲ ἕτερον, τῇ τοῦ τὸν νέον με- ταστήσειν ἀπειλῇ δουλείαν ἐπιφέρων τῷ τοῦτο φοβου- μένω.