οὐ τοίνυν, ὦ παῖδες, οὐδ’ ἐκεῖνο τολμήσειεν ἂν εἰπεῖν, ὡς οὐ πολλοὺς δεινοὺς λέγειν τουτὶ τὸ χωρίον ἔδειξεν. ὧν οἱ μὲν ἐν δίκαις ἐξέλαμψαν, οἱ δὲ ἐν τῷ δικάζειν, οἱ δὲ ἐν τῷ ταῖς πατρίσι βοηθεῖν. ὧν ἕκαστος μετὰ τιμῆς τοῦ νόμου τοῦδε ταύτην ἔλαβε τὴν δύναμιν. εἰ δ’ ἔστι κἀν τῷ φυλάττειν τὸν νόμον εὐδοκιμεῖν κἀν μηδενὶ βλάπτεσθαι περὶ τοὺς λόγους καὶ συνιέναι ταῦτα ἀμφότερα δύναται, τίς δικαία πρό- φασις τῇ κατὰ τῶν ἀποθνησκόντων ὕβρει; 26. Ἐφ’ ᾧ ἄν ἄν τις μάλιστα ἀποπνιγείη, ὅτι καὶ τὰς ἡμέρας αἳ τὰς τῶν σοφιστῶν ἐπιδείξεις ἔχουσι, μετὰ τῶν τηνάλλως | ἀναλισκομένων ἀριθμοῦσι. R II 280 πῶς, ὦ μιαρὸν θηρίον, πῶς λόγοι λόγοις βλάβη; καὶ πῶς ὁ λέγων ἃ χρὴ μιμεῖσθαι, περὶ λόγους ζημιοῖ; ἐγὼ γὰρ τὴν μὲν τῶν διδασκάλων σιωπὴν κατὰ τῶν μανθανόντων εἶναί φημι, τὸ ῥεῦμα δὲ τῶν παρ’ ἐκεί- νων λόγων ἐπὶ τὸ ταὐτὰ δύνασθαι ποιεῖν προάγειν. ἑωράκαμεν δέ που καὶ παιδοτρίβας, ὡς ἐν ταῖς πα- λαίστραις καὶ διὰ τῶν ἑαυτῶν σωμάτων παιδεύουσι παλαίειν, καὶ πρὸς τούτοις τοξότας ἐπὶ διδαχῇ τῶν μαθητῶν ἀφιέντας βέλη καὶ τόν γε Ἀπόλλω πολλοὺς τοξότας οὕτως ἀπειργασμένον <ἴσμεν>. 10 Dem. de fals. leg. p. 403, 16 21 cf. t. IV p. 855 β΄ 5 1 οὐδ’ ἐκεῖνο in οὐδὲ ’κεῖνο corr Ι2 3 ἔδοξεν Mor qui ἔδειξεν coni 4 δ’ (1)18) Re 6 τοὺς νόμους Pa 7 κἀν scripsi καὶ libri edd | μηδὲν Re 11 ἀποδείξεις Ι 12 τη- νάλως CI 13 λόγοις λόγοι CIPaMo Mor 15 γὰρ om V | μὲν τὴν V 16 μανθανόντων — παρ’ om Mor 17 ταῦτα Μο sed in ταὐτὰ corr, Mor | προάγω Mor sed γρ προάγει in marg 18 δέ Ρ sed ε in ras m5 22 οὕτως P sed ουτ in ras m2 | ἴσμεν inserui auctore Re | οὐκ V sed post κ lacuna 4—5 litt καὶ ὅστις ἐθέλει ποιῆσαι ῥήτορας, παρεχέτω τοῖς τοῦτο δυνησομένοις ἑαυτὸν παράδειγμα καὶ τὸν μὲν οὐ βου- λόμενον λέγειν ὁ νέος ἀποδιδρασκέτω, τὸν δὲ καὶ ποι- οῦντα καὶ δεικνύοντα λόγους διωκέτω καὶ πειράσθω πρὸς ἴσον τόκον ἑαυτὸν καθιστάναι. καὶ δὴ κἂν τῶν ἔτι φοιτώντων ἐγγένηταί τισιν ἐπιδείξεως ἔρως, τυγ- χανέτωσαν θεάτρου. καὶ δοκείτω τοῦτο μὴ μόνον ἐκείνοις δόξαν φέρειν, ἀλλὰ καὶ πᾶσιν οἷς ταὐτὸ | R II 281 ποτόν. μηδὲ ἐκείνου λήξαντος χωρείτω τις ἐπὶ τὸν διδάσκαλον ὡς ἐπὶ μηδενὶ πεπραγμένῳ· πέπρακται γάρ τι τῶν συμφερόντων τῶν μὲν ὅσοι βελτίους, εἰς κρί- σιν ἐπιδόντων, τῶν δὲ ὅσοι μὴ χείρους, εἰς πόνον, τῶν δὲ ἔν τῳ λειπομένων ἴσων γενέσθαι βουλομένων. οἱ δὲ λυθέντος τοῦ συλλόγου περιιστάμενοί τε τοὺς δι- δασκάλους καὶ καθίζοντες ἄκοντας ἐπὶ τοὺς θρόνους καὶ μηδὲ ἀναπνεῖν ἐῶντες ὑβρισταί τέ εἰσι καὶ μικρὸν ποιοῦσι τὸν εἰρηκότα βοῶντες οἶς ποιοῦσι τὸν], ὡς ἠνώχληκεν. R II 282