καὶ οὐδεὶς οὕτως ἄφρων οὐδὲ ἄθλιος ὃς ἂν ἐπιτι- μήσαι τῇ τιμῇ, ἀλλ’ οἱ μὲν τῶν διδασκάλων καὶ συνεξ- ἔφερον ἀνέχοντες ταῖς χερσὶ τοὺς ὑπὸ τῆς συμφορᾶς καθελκομένους, οἷς δ’ οὐκ ἦν καὶ τοῦτο δρᾶν, τῷ γε τοὺς λόγους συνεργάζεσθαι τοῖς νέοις ἐτίμων τὰς φορὰς τοῦτο μέγιστον ἡγούμενοι τὸ τοὺς μαθητὰς ἃ δεῖ ποιεῖν πρὸς τοὺς οἰχομένους διδάσκειν.