καινὸν δὲ γενέσθαι νόμον δι’ ἔνα τινὰ μαινόμενον τῶν ἀτοπωτάτων ἦν καὶ διέβαλλεν ἂν τὸν παρελθόντα χρόνον. διὰ τοῦθ’ ἕτερος ἀντ 13 cf. ep. 407. 187 4 ἢ πρότερον om Mo Mor | ποιοῦντες in marg add Μο2 5 οἷοιπερ V Re οἵπερ reliqui libri sed ι post ι suprascr Α2, Mor 7 τίς V 11 post χρόνου cancellis inclusa τὰ τῶν ἐπιτηδευμάτων ἆθλα add Mor p. 641 frinem indicans orationis, quae sequuntur p. 675 80[. praebens | ἡμετέρας Mor 16 τίς APMo | ἐν ante ἐμοί edd delevi | τὰ Ρ sed ` add 17 σιωπῶν Pa 20 οὐ πολύ γε inser I3 22 διέβαλεν V 23 τῶν Μο et γρ Mor | διατοῦθ’ PIMoV | ἑτέρου Pa ἐμοῦ διδοὺς ἅπερ ἀνέγνω τοῦτ’ ἐποίει τοῖς ἐμοὶ δο- κοῦσι πειθόμενος. καὶ οὕτως ἦν ἐνταῦθα ἐκεῖνος ἀγαθός, ὥσθ’ ὑμᾶς μέμψασθαι μὲν μηδαμοῦ, θαυμά- σαι δὲ πολλάκις καὶ ταῦτα κακῶς λέγειν εἰδότας. ἐκεῖνα μὲν οὖν παρ’ ἐκείνου, τὰ δὲ ἐν ταῖς ἁμίλλαις αὐτὸς ἐπηνώρθουν τε καὶ καθίστην καὶ δύ’ ἦν ὑμῖν ἀνθ’ ἑνός. οὔκουν ἦν | ταῦτα μηδὲν ποιεῖν, ἀλλ’ R II 274 εἶναι διπλοῦν τὸ κέρδος. 17. Εἰ δέ μοι τὴν τῶν ἄρθρων λέγεις νόσον, τῆς Τύχης, οὐκ ἐμοῦ κατηγορεῖς· οὐ γὰρ δὴ ἐκεῖνό γε ἐρεῖς, ὡς εὐχόμην νοσεῖν καὶ εἶναι ἐν βοαῖς νύκτα καὶ ἡμέραν ὑπὸ τῶν ἀλγημάτων καὶ μᾶλλον ἰατροῖς ἢ βιβλίοις συνεῖναι. οὐδ’ ἦν μοι τὸ διδάσκειν τῶν πὰρ ἐκείνων βαρύτερον τῶν λυπηρῶν τε καὶ ἀναγκαίων, ἃ τῆς ὀδύνης ἣν ἐπειρᾶτο παύειν ἦν ὀδυνηρότερα. ἐμοὶ μὲν οὖν πολλὰ διηρεύνηται τοῖς ἄρθροις βοηθοῦντι, τὰ δ’ ἠλέγχετο πλὴν ἐλπίδος ἔχοντα οὐδέν.