ὑμῖν δὲ εἴ τις ἦν λόγων γος, ἐβλέπετ’ ἂν εἰς ἐμὲ τὸν μεμενηκότα. καὶ ταῦτα καὶ παρ’ ὑμῶν ἐγίγνετ’ ἂν νομιζόντων μᾶλλον ὑμῶν ἐμὲ τὸ δέον ἑωρακέναι καὶ εἰ διὰ μηδὲν ἕτερον, κατά γε τὸ πλῆθος τῶν ἐτῶν, ἴσμεν δέ, ὁπόσον τούτῳ δί- δωσιν ὁ τῶν ποιητῶν κορυφαῖος. νῦν δ’ ἐμοῦ μὲν καταγνόντες ἐπιθυμεῖν θανάτου, εὐβούλους δὲ ὑμᾶς αὐτοὺς ἡγησάμενοι ταῖς ἐν ἀγρῷ τέρψεσι τὰ Μουσῶν | ἐβλάψατε. ἐπειδὴ τοίνυν ποθ’ ὑμῖν ἐπανελθεῖν R II 272 ἔδοξε, τί δύναισθ’ ἂν ἡμῶν ἐνταῦθα κατηγορεῖν, ὡς ὑμεῖς μὲν ἐπεθυμεῖτε τῶν παρ’ ἡμῶν, ἡμεῖς δὲ οὐ μετεδίδομεν;