ὑμῖν δὲ εἴ τις ἦν λόγων γος, ἐβλέπετ’ ἂν εἰς ἐμὲ τὸν μεμενηκότα. καὶ ταῦτα καὶ παρ’ ὑμῶν ἐγίγνετ’ ἂν νομιζόντων μᾶλλον ὑμῶν ἐμὲ τὸ δέον ἑωρακέναι καὶ εἰ διὰ μηδὲν ἕτερον, κατά γε τὸ πλῆθος τῶν ἐτῶν, ἴσμεν δέ, ὁπόσον τούτῳ δί- δωσιν ὁ τῶν ποιητῶν κορυφαῖος. νῦν δ’ ἐμοῦ μὲν καταγνόντες ἐπιθυμεῖν θανάτου, εὐβούλους δὲ ὑμᾶς αὐτοὺς ἡγησάμενοι ταῖς ἐν ἀγρῷ τέρψεσι τὰ Μουσῶν | ἐβλάψατε. ἐπειδὴ τοίνυν ποθ’ ὑμῖν ἐπανελθεῖν R II 272 ἔδοξε, τί δύναισθ’ ἂν ἡμῶν ἐνταῦθα κατηγορεῖν, ὡς ὑμεῖς μὲν ἐπεθυμεῖτε τῶν παρ’ ἡμῶν, ἡμεῖς δὲ οὐ μετεδίδομεν; ἀλλὰ τοῦτό γε καὶ πρὸ τῆς τῶν πραγ- μάτων ἐπὶ τὰ κρείττω μεταβολῆς εἰσφέροντες οὐκ ἐλή- 14 Ιl. α 259. β 370 cf. ep. 666 20 cf. p. 188 not. 1 1 ἐπιθυμίαν ΜοΜοr 2 ἡδέως <ἂν> Cobet Mnem. III (Coll. 130) 4 πλείονά V 5 μετὰ om Mor 6 τοῦτον CPaMo Mor τοῦδ’ ἔτι coni Re 8 τω ΡΙ sed ~ add P3I3 9 τὸ ΡΙ sed ` add P3I3 τῷ V | signum interrogationis re- posui e PIV, Colon reliqui libri edd | ἡμῖν Mor qui ὑμῖν coni | τι Mor 10 ἔβλεπε τ’ Μο | ταὐτὰ Re 11 ἐγίγνετ’ reposui e libris ἐγίνετ’ Mor ἐγένετ’ Re 14 δὲ edd 17 ἐβλέψατε ΡαΜο Mor | ποθ’ Re πόθ’ libri Mor 18 τίς Mor | δύνασθ’ Μο δύναιτ’ Mor | κατηγορεῖν ἐνταῦθα C 19 ἐπιθυμεῖτε ΡαΜΟ Mor ξαμεν, ἀλλ’ ἀπὸ τοσούτων ὁμιλητῶν εἰς δώδεκα, ἔπειτα εἰς ἑπτὰ καταβάντες οὐκ ἐγενόμεθα χείρονες, ἀλλ’ ἐχωροῦμεν εἰς τὸ διδασκαλεῖον διὰ τοὺς οὕτως ὀλίγους οὐδὲ τοῦτο βραδύτερον ἢ πρότερον ποιοῦντες, ἀλλ’ οἷοιπερ ἦμεν ἐν πλείοσι, τοιοῦτοι κἀν τοσούτοις οὐδὲν τοῦ περὶ ταῦτα μεταθέντες νόμου. καὶ ἐγένετο δὴ καὶ προσηγορία τις τοῖς μεμενηκόσιν ἀπ’ αὐτοῦ τοῦ μεμενηκέναι χαρίεσσα. τούτων ἐξῆν εἶναι καὶ ὑμῖν, εἴπερ ἠθέλετε. νῦν δὲ τοσαύτας μεθυσθέντες ἡμέρας ἥκετε σφοδροὶ λόγων ἐπιθυμηταὶ καὶ προσδοκᾶτε τοῦ R II 273 πολλοῦ χρόνου τὰς ὑμετέρας | κατ’ ἐμοῦ περιέσε- σθαι βλασφημίας. 15. Ναί, φησίν, ἐν γὰρ ἁμίλλαις ταῖς πρὸς Ὅμηρον καὶ Δημοσθένη συχνὰς διετρίψαμεν ἡμέρας. τούτου δὲ τὴν αἰτίαν ἐν τοῖς πράγμασιν εὕροι τις ἄν, οὐκ ἐμοί. τὰ μὲν γὰρ ὑμῖν εἰς τέλος ἀφῖκται καὶ σιωπῶ τὸ τάχος, τὰ τελεώτερα δὲ γράφειν εὐθὺς οὐκ ἐνῆν, ἀλλ’ ἔδει πρότερον ἐλθεῖν διὰ βιβλίου τινὸς καὶ ἐλθεῖν γε οὐχ ἕνα, ἀλλὰ σὺν ἑτέροις ἐννέα νέοις ἢ πλείοσιν ἢ οὐ πολύ γε ἐλάττοσιν. οἱ δὲ οὐκ ἐφαίνοντο.