XXXIV (XXXII R). ΠΠΟΣ ΤΑΣ ΤΟΥ ΠΑΙΔΑΓΩΓΟΥ ΒΛΑΣΦΗΜΙΑΣ Οὐ τοὺς ὑβρικότας με μᾶλλον ἄξιον νομί- R II 266 σᾶι κακοὺς ἢ τοὺς ῥᾳδίως ὑμᾶς τὴν ὕβριν ταύτην, ὦ παῖδες, ἐνηνοχότας. οἱ μὲν γὰρ τὴν τοῦ δεδρακέναι, τὴν δὲ τοῦ μὴ τοῖς πραχθεῖσιν ἀλγῆσαι μέμψιν ὑμεῖς ἔχοιτ’ ἄν. καὶ γίγνεσθε τῶν ἐπαινούντων αὐτοὺς ἐν τῷ μὴ λαβεῖν τιμωρίαν. εἶτε γὰρ οὐκ εἰδέναι ταῦτα φήσετε, τοῦτ’ αὐτὸ δεινόν, εἰ τὰ τοιαῦτα οὐκ ἴστε, εἴτ εἰδόσιν οὐ δεινὰ δοκεῖ, πῶς ἂν διαφύγοιτε τὸ δοκεῖν εἶναι φαῦλοι;