καὶ σπέρμα γε πρὸς ἀρχὴν τοῦτο πολλάκις, ὃ δὴ καὶ νῦν γεγένηται τῆς τοῦ ματος εὐφημίας τοῦτο πεποιηκυίας. προσήκειν γὰρ δὴ τῷ παρηδρευκότι τὸ καὶ ἐπιστῆναι πόλεσιν. ἐν- ταῦθα ἦν ἀκούειν λεγόντων τῶν τὸν ἄνθρωπον εἰδό- των, ὡς ἀπολεῖται τὰ πράγματα τῇ Τισαμένου μωρίᾳ καὶ ἀτεχνίᾳ. καὶ ταχέως ἠκολούθησεν ἡ πίστις, ἥκων αὐτὸς καὶ δεικνύμενος. ὁ μὲν γὰρ θρόνος καὶ οἱ ρυκες καὶ οἱ ῥαβδοῦχοι καὶ ὁ τῶν ὑπηρετῶν ἀριθμὸς τῆς ἀρχῆς, τὰς ἡμέρας δὲ ἦν ἰδεῖν ἀναλουμένας μάτην οὔθ’ ὁρῶντος τούτου τὸ δέον οὔτ’ ἄλλοις ὁρῶσιν μένου.