3. Οὑτοσὶ τοίνυν Τισάμενός γένει μέν ἐστι πρός, καὶ ὅ γε τῆς μητρὸς αὐτῷ πατὴρ ἐν πολλαῖς γεγένηται διατριβαῖς, αὐτὸς δὲ ἀνάγκῃ μέν, ὅσον ἅψα- σθαι, μετέσχε λόγων, ἀποκλίνας δὲ ταχέως εἰς ὀρχη- στὰς καὶ μακαρίσας αὐτούς τε καὶ ὅσοι περὶ αὐτούς, ἥδιστα μὲν ἂν ἡγεμὼν ἐγένετο τοῦ χοροῦ, τούτου δὲ πολλοῖς εἰργόμενος αἰτιάμασι δι’ ᾀσμάτων ἃ ποιῶν παρεῖχεν αὐτοῖς, ἦν ἐπὶ τῆς σκηνῆς χάριν τε διδοὺς αὐτοῖς καὶ παρ’ αὐτῶν λαμβάνων. τοῖς μὲν γὰρ ᾀσμάτων ἔδει, τῷ δὲ τοῦ ταῦτα εἰς ὄρχησιν ἄγεσθαι.