τοι θυγατέρας ἄρχων οὐ πρῶτος τῇδε ἐξέδωκεν, ἀλλ’ ἐπὶ πολλοῖς ἑτέροις, οἱ δέ τινες καὶ αὐτοὶ γυναῖκας ἠγάγοντο. ἀλλ’ ὅμως οὐδετέρους οἱ γάμοι τῶν δικῶν ἀπήγαγον, ἀλλὰ τὰ μὲν εἰς τοὺς γάμους φέροντα διὰ τῶν φίλων αὐτοῖς ἐπράττετο, τὸν ἄρχοντα δὲ ἦν ὁρᾶν ἐν τοῖς ἑαυτοῦ. ὁδὶ δὲ παρειστήκει μὲν τοῖς ὃ τὴν νύμφην δέξεται ῥάπτουσιν, ἐν δὲ τοῖς πρὸς τοὺς μα- γείρους λόγοις διέτριβεν. οἷς δ’ ἦσαν αἰ δίκαι, πολλοὶ δὲ ἐν αὐτοῖς πένητες, ἐχθροί τε ἦσαν τοῖς γάμοις καὶ κατηρῶντο τοῖς ἐστεφανωμένοις. 30. Εἶτ’ ἀπὸ ταυτησὶ τῆς ἀργίας τῆς πολλῆς | R II 258 πολὺς ἦν ἐν πληγαῖς. τοῦτο γὰρ ἡ τοῦδε ἀρχὴ συκοφάντην ἡδέως ἰδεῖν, ἀπ’ αἰτίας ἐπὶ τὴν δίκην δραμεῖν, τοῖς διὰ πληγῶν κακοῖς προσθεῖναι δεσμόν. ὁ δεσμὸς οὗτος ἑτέραν, ὦ βασιλεῦ, δίκην ἔχει τὴν ἐν χρήμασι· δεῖ γὰρ ὑπερβαίνοντα τὸν οὐδὸν τὸν κύριον τῆς θύρας θεραπεῦσαι χρυσίῳ, χρυσίου δὲ οὐκ ὄντος τὸν μὲν δεῖ καθῆσθαι γυμνόν, εἶναι δὲ τὴν ἐσθῆτα τοῦ φύλακος, μητέρα δὲ γραῦν, εἴπερ εἴη τῷ δεδε- μένω, πλανωμένην ἀγείρειν ὅσον ἂν προσαιτοῦσα δύ- νηται. οἱ μὲν οὖν ἄλλοι μετὰ τὰς πληγὰς τοῖς οἰκείοις ἀφεῖσαν τὸν τοῦτο πεπονθότα καὶ ἰατροῖς δὴ καὶ ἰατρῶν φαρμάκοις, ὁ δὲ πέμπει τοὺς ἀθλίους ἀπο- λουμένους τοῖς ἐν τῷ δεσμωτηρίῳ κακοῖς. καὶ εἰ μὲν 24 cf. p. 68, 11. 75, 16 3 τῇδε] ὁδὶ ? Sintenis coll. 1. 8 4 γυναῖκεσ Ι sed εσ del 8 παρεστήκει Mor 9 num <δωμάτιον> ῥάπτουσιν ? 10 Re οἱ CAIVa οἵ ΒV οἱ Ρ sed in ἵ corr m2, Mor 14 τοῦ δὶ Re quod improbavit Monnerius 20 τον Ι | δεῖ καθῆσθαι Β sed εῖ κα in ras m2 22 ἄγειν C ἢ αὑτὸν ἀναμιμνήσκων ἔλυεν ἢ τοῖς ὑπηρέταις ἦν ἀναμιμνήσκειν ἐξουσία, μετριώτερον ἂν ἦλθε, νῦν δ’ ἀνάγκη πρὸς πολλῶν γόνατα προσπεσεῖν οὐ πάντων τὰ τοιαῦτα αἰδουμένων, τῶν δ’ αὖ ἐπιεικεστέρων οἱ μὲν ἀσχολίαν, οἱ δ’ ἄλλο τι φήσαντες δώσειν μὲν εἶ- πον τὴν χάριν, εὐθὺς δὲ οὐ δύνασθαι. τῷ δὲ μακρό- τερον τὸ | κακόν. R II 259