ὁ μὲν οὖν, ἵν’ οὗτος ἄρξειεν ἡμῶν, πολλὰ μὲν εἰπών, πολλὰ δὲ ποιήσας χαλεπός τε ἐπὶ τοῖς λεγομένοις ἔσται καὶ ζητήσει τὸν λελυπη- κότα ποιῆσαι κακῶς οὔσης αὐτῷ δυνάμεως ὁπόσης ἐθέλει· ἐμοὶ δὲ ἴσως μὲν ὑπάρξει σωτηρία τε καὶ τὸ διαφυγεῖν παρὰ τῆς σῆς εὐνοίας τε καὶ βοηθείας, ὦ βασιλεῦ. εἰ δ’ οὖν ἡττηθείη τὸ δίκαιον τῆς ἑνός τινος ἰσχύος, ἀρκέσει γε εἰς παραμυθίαν ἐμοὶ τὸ μὴ φόβῳ σεσιγῆσθαι τὰ ῥηθέντα ἂν πρὸς σὲ δικαίως.