ὁ μὲν οὖν, ἵν’ οὗτος ἄρξειεν ἡμῶν, πολλὰ μὲν εἰπών, πολλὰ δὲ ποιήσας χαλεπός τε ἐπὶ τοῖς λεγομένοις ἔσται καὶ ζητήσει τὸν λελυπη- κότα ποιῆσαι κακῶς οὔσης αὐτῷ δυνάμεως ὁπόσης ἐθέλει· ἐμοὶ δὲ ἴσως μὲν ὑπάρξει σωτηρία τε καὶ τὸ διαφυγεῖν παρὰ τῆς σῆς εὐνοίας τε καὶ βοηθείας, ὦ βασιλεῦ. εἰ δ’ οὖν ἡττηθείη τὸ δίκαιον τῆς ἑνός τινος ἰσχύος, ἀρκέσει γε εἰς παραμυθίαν ἐμοὶ τὸ μὴ φόβῳ σεσιγῆσθαι τὰ ῥηθέντα ἂν πρὸς σὲ δικαίως. 3. Οὑτοσὶ τοίνυν Τισάμενός γένει μέν ἐστι πρός, καὶ ὅ γε τῆς μητρὸς αὐτῷ πατὴρ ἐν πολλαῖς γεγένηται διατριβαῖς, αὐτὸς δὲ ἀνάγκῃ μέν, ὅσον ἅψα- σθαι, μετέσχε λόγων, ἀποκλίνας δὲ ταχέως εἰς ὀρχη- στὰς καὶ μακαρίσας αὐτούς τε καὶ ὅσοι περὶ αὐτούς, ἥδιστα μὲν ἂν ἡγεμὼν ἐγένετο τοῦ χοροῦ, τούτου δὲ πολλοῖς εἰργόμενος αἰτιάμασι δι’ ᾀσμάτων ἃ ποιῶν παρεῖχεν αὐτοῖς, ἦν ἐπὶ τῆς σκηνῆς χάριν τε διδοὺς αὐτοῖς καὶ παρ’ αὐτῶν λαμβάνων. τοῖς μὲν γὰρ ᾀσμάτων ἔδει, τῷ δὲ τοῦ ταῦτα εἰς ὄρχησιν ἄγεσθαι. ἔπειτα ἦν ἐξαίφνης ἡγεμὼν ἔθνους, ἐν ᾧ τῶν ὑπτίων εἶναι δοξάντων οὐδενὸς διενεγκὼν ἀπῆλθεν οὐδὲν ἔχων διηγήσασθαι περὶ αὑτοῦ καλόν. καὶ πά- 17 Αmm. XIV 6, 19 23 cf. t. II 174, 13 3 οὕτως coni Mor quod probavit Re Anim 10 ἐμοὶ om C 12 ἐστι λαμπρός] ἐπίλαμπρος Mor 13 αὐτοῦ ? 15 μετεσχηκότων Mor sed γρ μετέσχε λόγων in marg 17 ἐγί- γνετο Va 18 αἰτιάμασι in marg inser A αἰτιάμασιν Ι 21 τοῦ om Va Mor 24 αὐτοῦ BV λῖν οὐ πολλοῖς ἔτεσιν ὕστερον παρεδρεύει στρατηγῷ οὐ διὰ τὴν περὶ τὸ πρᾶγμα ἐμπειρίαν, οὐδὲ γὰρ ἐν συνδίκων τάξει πώποτε ἐγεγόνει, ἀλλ’ οὐδὲν οἴεται δεῖν τοιαύτης ἐμπειρίας ἐνταῦθα, καθῆσθαι γὰρ οὐκ ἐπ’ ἐξετάσει δικῶν, ἀλλ’ ἐπὶ πληγαῖς τὸν στρατηγόν, ὥστ’ ἔρ- γον εἶναι τῷ τοιούτῳ παρέδρῳ κοινωνίαν | τρυφῆς τρυφῆς R II 241 καὶ μάλιστα δὴ ποτοῦ.