19. Καὶ τοῦτο τὸ δίκαιον ἔν τε τοῖς ἄλλοις κἀν τῷ φόρῳ. μὴν μὲν γὰρ οὑτοσὶ τῷ ἔτει τέταρτος, τὸ τρίτον τοῦ ἐνιαυτοῦ μέρος, ἠδικῆσθαι δὲ τὸν βασιλέα φησὶν οὐ τοῦ παντὸς εἰσενηνεγμένου. πῶς, ὦ κατα- γέλαστε; καὶ γὰρ ἐν ἀγροῖς κείμενον ἔκειτ’ ἂν τῷ βασιλεῖ καὶ οὐκ ἂν ἦν ἔλαττον. οὐδὲ γὰρ ἐνταῦθα κείμενον πλέον, τῷ φέροντι δὲ οὐκ ἴσον ἢ τήμερον ἅπαν ἢ μεμερισμένον εἰς μῆνας εἰσενεγκεῖν. οὐ δὴ κέρδος ἐκείνῳ ζημίαν ζημίαν δὲ ἡμῖν προξενῶν τὸ ταχὺ τοῦτο ζητεῖ.