τῶν δὴ τοιούτων λεγόντων τὴν ἀπορίαν, ὀμνύντων, ἃ ὀφεί- λοιεν ἀριθμούντων, δεομένων, ἱκετευόντων μὴ σφᾶς ἐμβάλλειν εἰς αἰσχύνην τὴν ἐκ τοῦ τῆς ἀπορίας ἐλέγ- R ΙΙ 250 χοῦ μηδέ γε εἰς κινδύνους | τοὺς ἀπὸ τῶν θεω- μένων οὐδὲν Τισάμενός ἐγίνετο βελτίων, ἀλλὰ τῶν αὐτῶν εἴχετο ῥημάτων οὐκ ἐῶν μεμνῆσθαι τοῦ νόμου. καίτοι τούτου τίνα οὐκ ἂν δικαίως δοίη δίκην; ἢ εἰ μὲν εἰκόνος σῆς ἀντειλημμένους ἀπέσπα, δεινὸν ἂν ἦν, καταπεφευγότας δὲ ἐπὶ τὸν σὸν νόμον ἀφέλκων οὐκ ἴσον τι ποιεῖν εἰκότως ἂν δοκοίη; ἀντὶ γὰρ τοῦ χαλκοῦ τὰ γράμματα ἦν αὐτοῖς. ὁ δὲ μάτην ἐδεί- κνυ τὸν νόμον κείμενον, εἶθ’ ὥσπερ παραβαίνοντας νόμον, ἀλλ’ οὐ νόμῳ χρωμένους πᾶσι κακοῖς περιέ- βαλλεν ὑβρίζων, παροινῶν, ἀσελγαίνων, φοβῶν, ταράτ- των, ἔχθρᾳ τὴν βουλὴν δεχόμενος, ἀνευρίσκων ὅθεν ἀπολοῦνται, τούς τι τοιοῦτο μηνύοντας αὐτῷ νομίζων 2 ἤτοι λυποῦνται οἱ δανεισάμενοι ἐνισταμένων τῶν μηνῶν καθ’ οὓς δεῖ ἀποδοῦναι τὰ δεδανεισμένα V2 2 λέγοντες Β 3 οὐδὰν ΙΒ | πρόοιντο Ρ sed o (2) in ε corr m2 προεῖντο V 4 τοιούτων] τούτων Mor 6 ἐμβάλλειν Ρ sed ἐυβα in ras m2 7 μὴ δέ PBV 8 ἐγίγνετο Va ἐγένετο Re 9 ἀργῶν Mor 10 τούτου] δεόμενος coni Mor | ἴνα Mor | δικαίως om Β 11 ἀπέσειε Μοr, γρ ἀπέσωσε in marg 12 σοῦ V 13 Ἶσον ΙΒ | τί Β 15 εἶθ’ scripsi εἰ δ’ C ὃ δ’ Α sed γρ εἴ δ’ in marg, Va ὅδ’ reliqui libri sed in ras P4 οὐδὲ Mor καὶ Re 16 ἀλλ’ οὐ] „imo uero ὁλλὰ“ Re Anim | περιέβαλεν V edd sed γρ περιέβαλλον in marg Mor 17 παρανοῶν Mor 19 ἀπολοῦνται] βουλευταί inse- rendum coni Mor | αὐτῷ reposui e libirs αὑτῷ edd εὐεργέτας. ἐν δὲ ταῖς ἀπροσδοκήτοις βλάβαις μεῖζον τὸ διὰ τοῦ τάχους ἐπῆν κακόν. μάλιστα μὲν γὰρ | πρὶν ἐξελθεῖν ἠξίου καταβάλλειν, ἡ φιλανθρωπία R II 251 δὲ μίαν εἶχεν ἡμέραν, μεθ’ ἣν οὐδεμία συγγνώμη. 19. Καὶ τοῦτο τὸ δίκαιον ἔν τε τοῖς ἄλλοις κἀν τῷ φόρῳ. μὴν μὲν γὰρ οὑτοσὶ τῷ ἔτει τέταρτος, τὸ τρίτον τοῦ ἐνιαυτοῦ μέρος, ἠδικῆσθαι δὲ τὸν βασιλέα φησὶν οὐ τοῦ παντὸς εἰσενηνεγμένου. πῶς, ὦ κατα- γέλαστε; καὶ γὰρ ἐν ἀγροῖς κείμενον ἔκειτ’ ἂν τῷ βασιλεῖ καὶ οὐκ ἂν ἦν ἔλαττον. οὐδὲ γὰρ ἐνταῦθα κείμενον πλέον, τῷ φέροντι δὲ οὐκ ἴσον ἢ τήμερον ἅπαν ἢ μεμερισμένον εἰς μῆνας εἰσενεγκεῖν. οὐ δὴ κέρδος ἐκείνῳ ζημίαν ζημίαν δὲ ἡμῖν προξενῶν τὸ ταχὺ τοῦτο ζητεῖ.