Θρασύδαιος δὲ τοιαῦτα παροινήσας οὐκ ἐνταῦθα ἔστη, ἀλλ’ εἰς τοσοῦτον ἧκεν ἀσελγείας, ὥστ’ ἄρας τὴν φωνὴν λόγους μὲν ἔλεγέ μοι συγκεῖσθαι κατὰ πάντων ἀνθρώπων οὐδὲ τὸ κατὰ πάντων μανίαν ἡγούμενος· τίς γὰρ ἂν εἷς ἄνθρωπος περὶ πάντων <ἔλεγε> καὶ ταῦτα τοῦ χρόνου τὸ τοῖς βουλομένοις μανθάνειν νέμων; ὁ δὲ καὶ αὑτὸν ἔλεγεν εἶναι τούτων ἕνα καθ’ ὧν σύγκεινταί μοι λόγοι.