καίτοι χαλεπὴ μὲν ἡ συμμαχία καὶ τὴν τῶν ἄλλων ἔχθραν ἡμῖν ἐπιφέρουσα. ἢ σὺ μὲν διὰ Μενέδημον ἐπ’ αἰτίᾳ ψευδεῖ τοιαῦτα ἔδρας, R II 231 οἱ δ’ οὐκ | ἂν διὰ σὲ σαφοῦς ἀπολαύοντα ῥοπῆς; ὁ δὲ ταύτην ἀφεὶς τὴν οὐ δικαίαν μὲν οὐδ’ αὐτήν, ἐπιεικεστέραν δὲ ὁδὸν οὐδὲν ὑπ’ ἐμοῦ παθὼν οὔτε μέζον οὔτε ἔλαττον ἐπῆλθεν, ἐπεστράτευσεν, ἐνέβαλεν, οὐδὲν ἀσελγείας ἀπέλιπε τὰ μὲν εἰπών, τὰ δ’ οὔπω βούλεσθαι φήσας ὄντα πολλῷ τῶν εἰρημένων τερα.