εἰ δ’ οὖν καὶ περὶ σοῦ τοιαῦτα ἠρώτων ἕτερον, ὄντος καὶ ἐν σοὶ ταὐτοῦ νοσήματος οὐδὲν <ἂν> ἄλογον ἔπραττον. οὐ γὰρ ἐν ἐξετάσει τό γε σὸν ἦν, ἀλλ’ ἀνωμολόγητο, καί σε πρεσβευτὴν ἐπεποιήκει τὸ συμπό- σιον καὶ τοὺς ἐπαινοῦντας εἷχες τῶν μὲν τὸν φιλόπολιν, τῶν δὲ τὸν ἄοκνον καλούντων, ἑτέρων τὸν πρὸς τὴν αὑτοῦ δίκαιον, ἄλλων τὸν φιλόπονον, καὶ οἷα δὲ ἐρεῖς καὶ ὅσα καὶ ὡς θέλξεις τὸν βασιλέα.