εἰ δ’ οὖν καὶ περὶ σοῦ τοιαῦτα ἠρώτων ἕτερον, ὄντος καὶ ἐν σοὶ ταὐτοῦ νοσήματος οὐδὲν <ἂν> ἄλογον ἔπραττον. οὐ γὰρ ἐν ἐξετάσει τό γε σὸν ἦν, ἀλλ’ ἀνωμολόγητο, καί σε πρεσβευτὴν ἐπεποιήκει τὸ συμπό- σιον καὶ τοὺς ἐπαινοῦντας εἷχες τῶν μὲν τὸν φιλόπολιν, τῶν δὲ τὸν ἄοκνον καλούντων, ἑτέρων τὸν πρὸς τὴν αὑτοῦ δίκαιον, ἄλλων τὸν φιλόπονον, καὶ οἷα δὲ ἐρεῖς καὶ ὅσα καὶ ὡς θέλξεις τὸν βασιλέα. καὶ σὺ ταῦτα ἀκούων ἐρῶν ἐφαίνου τῆς ὁδοῦ δῆλον ὅτι θαρρεῖν ὑπὲρ τοῦ σώματος ἔχων καὶ πιστεύων αὑτῷ τὴν δια- κονίαν οἴσειν, ὥστε σου τὰ περὶ τῆς νόσου μετὰ ταῦτα ῥήματα σχήματος εἶναι δοκεῖν, οὐκ ἀληθείας καὶ θρυ- πτομένου μᾶλλον ἢ βουλομένου μένειν, ἐπεὶ τοῦ χάριν οὐ προσελθών μοι καὶ λαβόμενος τῆς δεξιᾶς ἔλεγες πρὸς οὖς, ὄτι ὦ φίλτατε, τῶν μὲν ἐπὶ τῆς ἑστιά- 2 τὴν χάριν Bong 6 ἠρωτῆσθαι τί I 9 ἀποκρίνε- σθαι V 10 δὲ Re 14 ἂν inserui 15 τὸν Re 19 αὐ- τοῦ IV Bong 20 ταῦτ’ V 21 δηλονότι Re 22 αὑτῶ Re αὐτῷ libri Bong 26 ἔλεγε Ι Bong qui ἔλεγες coni σεως εἰρημένων μοι καὶ ὡμολογημένων πολλὴν ἄνοιαν κατέγνωκα· ἃ γὰρ οὐκ ἂν οἷός τε ἦν ὑπομεῖναι, ταῦτα ἐπηγγελλόμην μείζω τῆς νάμεως φθεγγόμενος. δέομαι δή σου πάντα τρόπον τὸ λυθῆναί μοι τὰ τῆς προπετείας ἀμῦναι. τοιαῦτα ἔδει λέγειν, τοιαῦτα αἰτεῖν, ἐπὶ αῦτα βοηθὸν καλεῖν. καίτοι χαλεπὴ μὲν ἡ συμμαχία καὶ τὴν τῶν ἄλλων ἔχθραν ἡμῖν ἐπιφέρουσα. ἢ σὺ μὲν διὰ Μενέδημον ἐπ’ αἰτίᾳ ψευδεῖ τοιαῦτα ἔδρας, R II 231 οἱ δ’ οὐκ | ἂν διὰ σὲ σαφοῦς ἀπολαύοντα ῥοπῆς; ὁ δὲ ταύτην ἀφεὶς τὴν οὐ δικαίαν μὲν οὐδ’ αὐτήν, ἐπιεικεστέραν δὲ ὁδὸν οὐδὲν ὑπ’ ἐμοῦ παθὼν οὔτε μέζον οὔτε ἔλαττον ἐπῆλθεν, ἐπεστράτευσεν, ἐνέβαλεν, οὐδὲν ἀσελγείας ἀπέλιπε τὰ μὲν εἰπών, τὰ δ’ οὔπω βούλεσθαι φήσας ὄντα πολλῷ τῶν εἰρημένων τερα. εἶτ’ ὦ ταραχῆς ἔμπλεως, περὶ τὸν αὐτὸν ἄνθρωπον ἄμφω, πόλεμός τε καὶ φίλτρον, καὶ μῖσος καὶ κηδεμονία; ἐν οἷς μὲν γὰρ ἔλεγες, τὸ τοῦ δυσμε- νοῦς ἐποίεις, ἐν οἷς δὲ οὐκ ἔλεγες, τὸ τοῦ φειδομένου. καίτοι χρῆν ἢ πάντα σιγᾶν ἢ μηδὲν καὶ ἢ τὸν αἰδού- μενον ὅλως ἢ τὸν οὐκ αἰδούμενον δεικνύειν. νῦν δ’ οἷς εἴρηκας τὸ μηδὲν εἶναί σοι πλέον εἰπεῖν ὡμολό- γησας. τί δ’ ἂν καὶ μεῖζον εἶχες εἰπεῖν τῶν ἀνα- 23 cf. p. 153, 9 sq. 1 πολλὴν Re πολλῶν libri sed ~ eras et ω in η corr V, Bong 2 τ’ V 3 ταῦτ’ V | ἐπηγγελόμην Ι Bong 4 δή scripsi e V δέ reliqui libri edd 6 ἀμύναι Α 7 χαλεπὸν Bong 10 οἳ Α οἴ V 13 ἐπέβαλεν? 16 αὐτόν inser I3 17 num φίλτρον, μῖσός<τε> καὶ ? 18 μὲν e με corr 19 κηδομένου? 20 χρῆν Α 21 δὲ Re ριθμήτων λόγων; τί καινὸν οὕτως ἀδίκημα; τίς ἐπὶ τὴν γῆν καὶ τὴν θάλατταν τὴν ἑαυτοῦ γλῶτταν ἀφῆκε; τίς σοφιστής; τίς ῥήτωρ; | τὶς ποιητής; ὁ δὴ μό- R II 232 νος τοσαῦτα κακῶς εἰπὼν καὶ μηδενὸς καὶ τοιαύτας ἡδονὰς ἡσθεὶς ἐκ τίνος ἂν ἑτέρου νομι- σθείη κακίων; οὕτως οὐδὲν ἐν οἷς οὐκ ἐρεῖν ἔφη παρῄει, ἀλλ’ ᾤετο μὲν ταράξειν λέγων ἔχειν, εἶχε δὲ οὐδέν. 19. Τῶν τοίνυν ἀκουόντων περὶ τῶν γεγενημένων ἀπιστούντων, εἰ πρὸς τοσοῦτον ἥκοι θράσους, πάλιν ἐποιεῖτο τὴν αὐτὴν ἐπίδειξιν καὶ πάλιν αὐτὸς ἦν ταὐτὰ μὲν κατηγορῶν, ταὐτὰ δὲ ἀπειλῶν, ταὐτὰ δὲ φθεγγό- μενος ἐν ξένοις, ἐν πολίταις, ἐν τοῖς ἐμοῖς φιλτάτοις. εἶθ’ ὡς ἀπεῖπεν ὑβρίζων, παριόντα προσεῖπε κυνὸς ἁπάσης παρελθὼν ἀναίδειαν. ἐγὼ δὲ ὢν ὅσπερ εἰμί, πάντως δὲ οὐκ ἀγνοεῖς, ὦ Νικόκλεις, τὸν τρόπον οὐδ’ ὡς μεμελέτηκα τὰ τοιαῦτα φέρειν, τί οὖν ἔμελλον δράσειν ἢ ὅπερ πεποίηκα; ἀντιπροσεῖπον.