εἶθ’ ἕνα μή τις τὸν ἔρηται· καὶ σοὶ πόθεν ταῦτα ὑπῆρξε μαθεῖν; ἐμέ φησιν ἐμαυτοῦ πρὸς αὐτὸν κατειπεῖν. ἐκ ποίας ἀνάγκης; τίνος βασάνου βιαζομένης; ποίων πληγῶν; ποίου σιδήρου; τίνος πυρός; ἤ, εἰ μὴ τοῦτο, ποίας μέθης; τί δαί μοι καὶ τὸ κέρδος εἰδέναι ταῦτα τούτου μέλλοντά γε θρασύτερον οἷς ἤκουσεν ἔσεσθαι; ᾔδειν δὲ αὐτοῦ τὴν φύσιν τὴν εἰς ὀργὴν μὲν ἑτοίμην, κινη- θεῖσαν δὲ οὐκέτ’ οὖσαν καθεκτὴν οὐδὲ δυναμένην αἰδεσθῆναι τῶν πάντων οὐδέν. ἐμαυτὸν οὖν τηνάλλως κατεκρήμνιζον; οὕτω δέ ἐστι σοφός, ὥστ’ οὐχ ὁρᾶ καθ’ ἑκάτερον αὑτὸν αἱρῶν, εἴτε ἤκουσεν εἴτε καὶ οὐκ ἤκουσεν. ἢ γὰρ ἐσυκοφάντει τὰ οὐκ φαινόμενος ἢ τὴν ἐν τῇ φιλίᾳ πίστιν ἠδίκει, εἴπερ ὡς οὐκ ἐξερῶν ἀκούσας ἐξεῖπεν ἀκηκοώς. 12. Μενέδημον γάρ, φησιν, ἐξήρπασας τῆς πρεσβείας, ἐμὲ δὲ οὔ καίτοι τῆς αὐτῆς οὔσης ἀμφοτέροις καταφυγῆς τῆς περὶ τὰ ἄρθρα νό- σου. καὶ τίς ἡ παρ’ ἐμοῦ τῷ Μενεδήμῳ βοήθεια: οὔτε γὰρ ἐν τῇ βουλῇ τοιοῦτον εἶπον οὐδέν, ὅτι ὦ ἄνδρες, οὐκ ἔστι Μενερήμῳ κινεῖσθαι. πῶς ἂν οὖν πρεσβεύσειε; τῷ τε στρατηγῷ σιγῶν παρεκαθή- R II 229 μὴν διέχων τοσοῦτον, | ὡς μηδὲ δύνασθαι συκο- φαντηθῆναι τὸν ὦμον, οὔτε ἔξω τούτων οὐδὲν ἐπράχθη τι παρ’ ἐμοῦ πρὸς τοῦτο φέρον. καὶ δὴ καὶ τὸν Ἥλιον ὄμνυμι καὶ πάντας θεοὺς μήτ’ ἀκηκοέναι τι πάρα 2 ταῦθ’ V 6 δέ IV | καὶ om Re 9 οὐκέτ’ οὖσαν Ι sed apostroph. et spir. supra υ (2) m3 10 τηνάλως Ι Bong 12 ἐρῶν I Bong | καὶ om C 16 μενέδημον γὰρ vocibus des. fol. 264 in C reliqua duobus foliis amissis perierunt 17 τῆς αὐτῆς om Bong 23 μηδὲ scripsi μὴ libri edd 25 et 26 τι cancellavit Cobetus Coll. 129 | φέρον Ι sed o ex ω corr Μενεδήμου περὶ τῆς ἐνταῦθα βοηθείας μήτε συμβε- βλῆσθαι μηδὲν μήτ’ εἰδέναι μοι χάριν ὑπὲρ τοιούτου μηδενὸς Μενέδημον. 13. Ἐμὲ γάρ, φησιν, ἠρώτας, εἰ δύναιτο ἄν οὐκοῦν μόνον, ἄλλον δὲ οὐδένα, οὐδ’ ἂν εἶποι παρ- ἐλθὼν οὐδεὶς ἕτερος ἠρωτῆσθαί τι τοιοῦτον; καίτοι καὶ εἰ πάντες τῶν αὐτῶν ἦσαν ἀκούσαντες ῥημάτων, οὐδ’ οὕτω τοῦτ’ ἂν ἔπραττε Μενεδήμῳ τὴν μονήν. ἦν γὰρ τοῖς ἠρωτημένοις, εἵπερ ἤθελον, ἀποκρίνασθαι καὶ πάνυ τὸν ἄνθρωπον δύνασθαι. νῦν δ’ οἱ μὲν οὐκ ἤκουσαν, σὺ δὲ πρὸς τῷ τοίχῳ μόνος καὶ μικρᾷ γε τῇ φωνῇ. τίς οὖν ἐντεῦθεν ἀπαλλαγὴ τῷ | Με- R II 230 νεδήμῳ;