ἀλλ’ εἰ πάντως δεῖ τούτοις ἐλάττω τὰ παρ’ ὑμῶν εἶναι καὶ τῶν παρανόμων ἒν τι τοῖς αὐτοῖς ἐκείνῳ τρέφεσθαι, καὶ οὕτως ἐν ἐλάττοσιν ἔσον- ται. τήν γέ τοι σύνταξιν ἑνὸς ἀνδρὸς ἐκείνου τέττα- ρες ὄντες νενέμηνται, ὥστε κἂν τοὺς ἀγροὺς ὑπάρξῃ λαβεῖν, τῶν γε περὶ τὴν σύνταξιν ἐν ταὐτῷ μενόντων οὔπω τά τούτων εἰς ἴσον τοῖς ἐκείνου καθίσταται. 24. Ὡς μὲν οὖν οὐδὲν καινὸν εἰσηγοῦμαι μεμνη- μένος ἀγρῶν, ὁ πρὸ τούτων εἰληφώς καὶ γεωργήσας μάρτυς ἐστίν, οἶμαι δ’ εἰ καὶ μήπω πρότερον δεδομέ- νην ἐξεύρισκον τοῖς παιδεύουσι βοήθειαν, οὐκ ἂν παρὰ τοῦτο δικαίως μὴ πείσας ἀπελθεῖν. οὐ γὰρ τὴν καινότητα τῶν εἰσηγήσεων, ἀλλὰ τὴν αἰσχύνην φυλάτ- τεσθαι προσήκει τοὺς βουλευομένους ὀρθῶς. ἄτοπον γὰρ τῶν μὲν κρατούντων τὰ δοκοῦντα χείρω λύεσθαι καὶ τὴν φύσιν τοῦ πράγματος ἰσχυροτέραν εἶναι τοῦ χρόνου, κατὰ δὲ τῶν οὔπω νενικηκότων ἰσχύειν τὸ μὴ τῶν εἰωθότων εἶναι τὰ λεγόμενα. 25. Καίτοι τινὲς ἐπὶ τῶν ἐργαστηρίων καθήμενοι περὶ τῆς τῶν διδασκάλων εὐπορίας διαλέγονται τῶν τε νέων κατάλογον ποιούμενοι καὶ σταθμὸν ἐπὶ δα- 2 Dem. de cor. p. 244, 21 22 Dem. c. Neaer. p. 1367, 26 1 ἆθλον. εἰ τοῦτο ἦν, Monnier qui adnotavit: „potuit quo- que seruari Reisk. lectio addito ἢ μικ.“ | ἢ inserui auctore Mon- nerio οὕτω γὰρ ἂν μικρῶς coni Re 5 ἴν τι] ἔν τι] num ἐστὶ? 7 γὲ Ρ sed γὰρ suprascr m5 γάρ τοι BPar Μου 8 κάν Β 10 ἶσον Ι 15 δικαίως scripsi δίκαιος libri edd edd, post quod εἶναι inser Re, delevit Monnerius 17 βουλευομένους Ι sed ευο in ras m3 18 μὲν γὰρ Mor κτύλων | ἕλκοντες ἀργυρίου μέγαν. καὶ νῦν οἶ- R II 215 μαί μοι τοῦτον ἀπαντήσεσθαι τὸν λόγον· ποῦ δὲ τὰ παρὰ τῶν μαθητῶν; ἔστι δὴ πρὸς τοῦτο χαλεπὸν ἀντειπεῖν οὐ τῷ δικαίας ἀποκρίσεως ἀπορεῖν, ἔχω γάρ, ἀλλὰ τῷ τὴν ἀληθεστάτην ἥκιστα φανεῖσθαι πιστήν. οἱ γὰρ ἐκ τοῦ παιδεύειν πεπλουτηκότες ἐν τοῖς ἔμ- προσθεν χρόνοις δόξαν πεποιήκασιν ὡς τῆς τέχνης μάλιστα παρεχούσης ἐνεργάσασθαι χρήματα. τὸ μὲν οὖν δίκαιον ἦν ἀεὶ τὸ πρᾶγμα οὕτως ἔχειν, ἔχει δὲ οὐχ οὕτως. ἀλλὰ μετέπεσε, καὶ ὅθεν, ἴστε μὲν ὅσοι τοῖς ἡμετέροις παρηκολουθήκατε, τῶν δὲ ἀγνοούντων ἕνεκα φράσω. 26. Τῶν τεχνῶν ὁπόσαι μὲν τιμῶνται παρὰ τῶν βασιλευόντων, καὶ τοὺς μεμαθηκότας εἰς δύναμιν ἄγουσιν ὁμοῦ καὶ τοῖς διδάσκουσιν εὐδαιμονίαν αὗται φέρουσι καὶ ὁ μισθὸς ὡς ὑπὲρ μεγάλων μέγας· ὅταν δὲ ὑπὸ τοῦ δυναστεύοντος ἐπιτήδευμα καταφρονηθῇ, κἂν χρηστὸν ᾖ τῇ φύσει, τὴν δόξαν ἀπολώλεκε, τῆς δόξης δὲ περιαιρεθείσης καὶ ὁ μισθὸς συνανῄρηται, μᾶλλον δὲ κἂν μὴ σύμπας ἀπόληται, μικρὸς ἀντὶ με- γάλου γίγνεται. πότερ’ οὖν ὑμῖν δοκεῖ μέγα δύ- νασθαι ῥητορικὴ καὶ πλεῖστον ἐν βασιλείοις ἰσχύειν καὶ τὰς ἀρχὰς ἁπάσας οἱ λέγειν ἐπιστάμενοι λαμβά- 2 ποῦ δέ; παρὰ Μοr qui δὲ τὰ παρὰ coni | τὰ om Μο 3 δὲ MoPar Mor 4 δικαίας C sed αιας in αις corr 8 5 ἀλλὰ καὶ τῷ Β | πιστήν Re πίστιν libri Mor 8 ἐργάσα- σθαι Cobet Coll. 128 fortasse recte coll. t. Ι 103,12 et 375,12 9 ἦν· εἰ ἀεὶ Mor | ἔχειν om Μο Mor 10 μετέπεσεν 11 παρηκολουθήσατε Mor 13 Τῶν τεχνῶν — 21 γίγνεται citat Macar fol. 89v .14 βασιλέων Macar 20 ἀπόλλυται Patm 86(1 γρ ἀπόληται in marg m2, Macar | μικρὸς P sed ος ex ov Corr m3 μικρὸς ΑΙ 21 γίνεται ΒV Macar 23 ἁπά- σας in marg inser A νεῖν κἀν ταῖς περὶ τῶν ὅλων βουλαῖς εἰς ἀπόρρητα καλεῖσθαι καὶ μετέχειν τάξεως ἢ τοὐναντίον ἀπερρί- φθαι καὶ ἀπεληλάσθαι καὶ περιυβρίσθαι καὶ τὸ τῶν R II 216 Μεγαρέων πεπονθέναι ῥητορική τε | καὶ ῥήτορες ἔξω καὶ λόγου καὶ ἀριθμοῦ κείμενοι; οὐδεὶς τως οὔτε ἄπειρος τῶν καιρῶν οὔτε φιλονεικίᾳ χαίρων, ὅστις ἂν εἰπεῖν τολμήσαι τὸ μὴ εἰς ἔσχατον ἀτιμίας ἐκπεσεῖν τὴν τέχνην.