ἀλλ’ ἐῶ τοῦτο. ἀλλὰ τό γε μέτρον τῶν συντάξεων ἃς ἀποχρῆν ἔνιοι φήσουσιν, ἐγὼ μὲν αἰσχυνοίμην ἂν εἰπεῖν, οὕτως εἰσὶ μεγάλαι καὶ τοῦ R II 213 τῆς πόλεως ὀνόματος ἄξιαι, σὺ δὲ εἰπὲ | θὼν ἐκεῖνό μοι πρότερον ἀποκρινάμενος· ἦν Ζηνοβίῳ σύνταξις ἢ οὔ; καὶ μάλα. τί δαί; ἀγρὸν οὐκ ἐκαρ- ποῦτο τῆς πόλεως κάλλιστόν τε καὶ πολυοινότατον ἐν δεξιᾷ χωροῦντι πρὸς Δάφνην παρ’ αὐτὸν τὸν ποταμόν; καὶ οὐδεἰς ἀνεβόησεν· ὦ Ἡράκλεις, ἄνθρωπος τος δυοῖν εἴδεσι λημμάτων ἐκκαρποῦται τὴν πόλιν, ἀλλ' ὡς πάντ’ ἐλάττω τοῦ δέοντος δώσοντες, εἰ καὶ πολλάκις τοσαῦτα δοῖεν, οὕτως ἐφρόνουν. 6 Dem. de fals. leg. p. 450,2 14 cf. ad t I 130,15; 134,11; 289, 16 16 Thuc. I 138, 6 19 Dem. c. Timocr. p. 700, 18 21 Plat. Rep. Ι p. 830 Β 2 δ’ Re 5 τοὺς inserui auctore Sinteni 6 σοβοῦντα scripsi auctore Monnerio coll. Ι 374, 3 φοβοῦντα libri edd 7 ἄμασιν Μο | καὶ σχήμασιν om Μο 8 αὐτοῦ IV αὑτοὺς Μο 9 λιμοῦ Ι sed οῦ in ras 5 litt m3 10 μέτρων CMo 11 ἀποχρὴν CAMo ἀποχρῶν Β 12 μικραὶ et 13 ἀνάξιαι coni Re 14 ἀποκρινόμενος V 16 δὲ Β δέ Mor 18 ἡρά- κλεις C sed ει η corr 8 20 τῆς πόλεως Par Mor sed in hoc γρ τοῦ δέοντος in marg 21. Δεξιώτερος γὰρ τούτων ἐκεῖνος. ἃ βού- λομαι λέγεις. ἀλλ’ οὐ διὰ τοῦτο τούτους ἀμελεῖσθαι δίκαιον, εἴ τι πλέον ἦν παρ’ ἐκείνῳ κατὰ τοὺς λόγους, οὐδέ γε τοὺς ζῶντας τῆς τοῦ τετελευτηκότος ἀρετῆς ὑπέχειν δίκην. εἰ μὲν γὰρ οὐ λυσιτελεῖν τούσδε τοῖς νέοις ὑπείληφέ τις, ἀπιέναι κελευέτω καὶ ζητείτω βελ- τίους· εἰ δ’ ἀγαθοὺς εἶναι παιδεύειν ὁμολογεῖ, μὴ χρήσθω μὲν ὡς ἐπισταμένοις, ὡς δὲ ἀχρήστους ἀτιμα- ζέτω. εἰ δὲ μή, δόξουσιν οἱ τοῦτο πεπονθότες ἀγρῶν περὶ ὧν λέγω πλείω ποιεῖσθαι λόγον ἢ τῶν υἱέων. εἰ γὰρ τῶν μὲν ὡς φαύλοις οὐ μεταδώσουσιν ἡγούμενοι τὸ πρᾶγμα δεινόν, τοὺς δὲ τούτοις παιδεύειν παραδώσουσιν ὡς οὐκ ἐν μεγάλῳ κινδυνεύσοντες, πῶς οὐχ ὡμολογήκασι δευτέρους ἄγειν τοὺς παῖδας τῶν χρημάτων νῦν δοκιμάζειν ἀξιοῦντες τοὺς ῥήτορας ἐν τῇ περὶ τοῦ δοῦναι βουλῇ παρέντες βασανίζειν ἐν τῇ σκέψει τῇ περὶ τῶν υἱέων; 22. Ὅλως δὲ ἐν τῷ περὶ τῆς τροφῆς λόγῳ τοῦτο δεῖ σκοπεῖν, πότερον σύμμετρον τὸ δοθὲν ἢ τῆς χρείας ἔλαττον, κἂν μὲν ἀποχρῶν φαίνηται, μὴ προσέχειν | τῷ πείθοντι περὶ τοῦ πλείονος, ἂν δὲ συχνῷ τῳ R II 214 λειπόμενον, δέχεσθαι τὴν περὶ τῆς προσθήκης παραί- νεσιν, ἐπεὶ κἀκεῖνος ὑπὲρ τοῦ τρέφεσθαι πρεπόντως ἐλευ- θέρῳ τὸ χωρίον προσελάμβανεν. οὐ <γάρ> μὰ Δία, τῆς 9 Thuc. VI 11, 4 13 Thuc. II 35, 1 2 διατοῦτο BMoV 8 δ’ Re 13 κινδυνεύοντες V (et Par sed γρ κινδυνεύσοντες in marg) 18 τῆς inser 1 3 21 πλέονος CAI sed in hoc ε in ει corr m3 | τῷ Mor qui τὸ coni 24 τῶν χωρίων I | γάρ inserui παιδεύσεως ἆθλον τοῦτο ἦν. <ἢ> μικρῶς τὴν σοφίαν ἀξίαν γε οὖσαν, ὡς ἐγώ φημι, στεφάνου καὶ ἀναρρήσεως καὶ χαλκῆς εἰκόνος καὶ χρημάτων ὁπόσα ἐν γῇ.