τοὺς μὲν οὖν μείζους ὑμετέρους εἶναι δεῖ τῶν ἀναλισκόντων καὶ χορηγούντων καὶ πολλαῖς δαπάναις, ταῖς μὲν ἐγκυκλίοις, ταῖς δὲ καιναῖς κουόντων. ἐκ δὲ τῶν ἐλαττόνων δότε τοῖς ῥήτορσιν ἀναπνεῦσαι καὶ ποιήσατε τὰς ψυχὰς αὐτοῖς ὑψηλὰς τῶν οὐ λειτουργούντων ἀξιωτέρους τούσδε νομίσαντες, οὓς εἴ τις φαίη λειτουργεῖν, ἴσως οὐκ ἂν ἁμάρτοι, ἢ μέρους τῶν ὄντων ὑμῖν, εἰ τοῦθ’ ἥδιον, | ἀπο- R II 212 στάντες, πάντως δὲ μετάδοτε τῶν ἀγρῶν. παρ’ ὧν εἰ καὶ λεπτὴν ἕξουσι τὴν ἐπικουρίαν, ἀλλὰ του γε δενὸς τὸ μικρὸν ἄμεινον.