καὶ πρότερον μὲν οἱ τὰ αὐτὰ τούτοις διδάσκοντες πρὸς τὰ ἀργυροκοπεῖα προσῄεσαν ἐκδώσοντες σκεύη καὶ τὰ πολλὰ διελέγοντο τοῖς ἐκεῖνα δημιουργοῦσιν ἢ μεμφόμενοι τὸ ποιηθὲν ἢ παραδει- κνύντες τι κάλλιον ἢ τάχος ἐπαινοῦντες ἢ μέλλοντας ἐπισπέρχοντες, τούτοις δὲ οἱ πολλοὶ τῶν λόγων, καί μοι μηδεὶς ἀπιστείτω, πρὸς ἀρτοπόπους οὐ σῖτον αὐ- τοῖς ὀφείλοντας οὐδὲ ἀργύριον ἀπαιτουμένους, ἀλλ’ οἷς αὐτοὶ σῖτον ὀφείλοντες ἀεὶ μὲν ἀποδώσειν λέγου- σιν, ἀεὶ δὲ προσλαβεῖν δέονται καὶ δυοῖν τοῖν ἐναν- τίοιν πολιορκοῦνται τοὺς αὐτοὺς ἠναγκασμένοι καὶ φεύγειν καὶ διώκειν. ὡς μὲν γὰρ ὀφείλοντες φεύ- γουσιν, ὡς δὲ χρῄζοντες διώκουσι καὶ διότι μὲν οὐκ ἀπέδοσαν αἰσχύνονται, τῆς γαστρὸς δὲ ἐπειγούσης ἀν- R II 210 τιβλέπουσιν. ἔπειθ’ ὅταν τὸ μὲν χρέος ἐπὶ | μέγα προβῇ, τὸ δὲ τὴν ἀπόδοσιν ποιῆσον μηδαμόθεν φαί- 5 Dem. cor. p. 268, 9; c. Μιδ. 521,29 6 cf. p. 55,16 sq. 9 Luc. Char. §17 10 ἀρτοπόπος κάλλιον λέγειν ἢ ἀρτοποιὸς καὶ σιτοποιός B2 cf. schol. ad p. 65, 19 4 δεδιὼς V | μὲν in marg inser Α2 6 ταπολλὰ V et e τὰ πολλὰ corr I3 7 πωληθὲν Mor sed γρ ποιηθὲν in marg 8 τί IBMo τὸ V 10 ἀρτοπόπους V sed π (1) e κ corr, Ρ sed π in ras m2, Ι sed π in ras m3 ἀρτοκόπους Mor cf. 131, 3 et ad p. 65, 19 11 ἄργυρον V 13 ἐναντιωτάτοιν Re 16 χρήζοντες ΙΒΜο νηται, γυναικὸς ἑλικτῆρας ἢ ἀμφιδέας ἐκ τοῦ σώματος περιελόντες καταρώμενοι τῇ τέχνῃ τῶν λόγων θέντες εἰς τὼ χεῖρε τοῖς ἀρτοπόποις ἀπῆλθον σκοποῦντες οὐχ ὅ τι ταῖς γυναιξὶν ἀντικαταστήσουσιν, ἀλλ’ ἐφ’ ὃ δεῖ μετὰ τοῦτο τῶν ἔνδον ἐλθεῖν.