ἆρ’ οὖν καλόν, ὦ ἄνδρες Ἀντιοχεῖς, ἐλεγχθῆναι τῇ πείρᾳ τὴν δόξαν καὶ βελτίους ὑμᾶς ὑποληφθῆναι παρὰ τούτοις ἢ φανῆναι καὶ σὺν χαρᾷ μὲν αὐτοὺς τὸ ἐξ ἀρχῆς ἐλ- θεῖν, ἀθυμοῦντας δὲ οὐ διαλιπεῖν καὶ πρὸς μὲν τοὺς οἰκείους οὕς ἀπελίμπανον, τοῦτον σχεῖν εὐπρεπῆ λόγον, ὡς ἔρχοιντο ζητοῦντες πόρον ἀφ’ οὗ κἀκείνοις ἂν αὐτοῖς ἐπαρκοῖεν, νῦν δὲ τοσοῦτον ἀπέχειν τοῦ πέμπειν ἐκείνοις, ὥσθ’ ἥδιστ’ ἂν ἐκεῖθεν, εἴ τις ἐδίδου, λαβεῖν;