ἆρ’ οὖν καλόν, ὦ ἄνδρες Ἀντιοχεῖς, ἐλεγχθῆναι τῇ πείρᾳ τὴν δόξαν καὶ βελτίους ὑμᾶς ὑποληφθῆναι παρὰ τούτοις ἢ φανῆναι καὶ σὺν χαρᾷ μὲν αὐτοὺς τὸ ἐξ ἀρχῆς ἐλ- θεῖν, ἀθυμοῦντας δὲ οὐ διαλιπεῖν καὶ πρὸς μὲν τοὺς οἰκείους οὕς ἀπελίμπανον, τοῦτον σχεῖν εὐπρεπῆ λόγον, ὡς ἔρχοιντο ζητοῦντες πόρον ἀφ’ οὗ κἀκείνοις ἂν αὐτοῖς ἐπαρκοῖεν, νῦν δὲ τοσοῦτον ἀπέχειν τοῦ πέμπειν ἐκείνοις, ὥσθ’ ἥδιστ’ ἂν ἐκεῖθεν, εἴ τις ἐδίδου, λαβεῖν; μὴ γάρ μοι πρὸς τοὔνομα, εἰ διδάσκαλοι, μηδ’ ὅτι ῥήτορες μηδ’ ὅτι καθίζουσιν ἐπὶ θρόνων μηδ’ ἀπὸ τοῦ λοιποῦ σχήματος ἐξαπατᾶσθε, ἀλλὰ παρὰ τοῦ πάντα τὰ τούτων ἀκριβῶς εἰδότος ἀκούσατε τὴν ἀλήθειαν. τούτων γὰρ τοῖς μὲν οὐκ ἔστιν οἰκίδιον, ἀλλ’ οἰκοῦσιν ἐν ἀλλοτρίοις, ὥσπερ οἱ νευρορράφοι, ὅστις δὲ ἐπρί- ατο, τὸ δάνεισμα | οὔπω διέλυσεν, ὥστ’ ἐν μεί- R II 209 ζονι τῶν οὐκ ἐωνημένων ὁ κεκτημένος ἀθυμίᾳ. οἰκέ- τᾶι δὲ τῷ μὲν τρεῖς, τῷ δὲ δύο, τῷ δὲ οὐδὲ τοσοῦτοι, παροινοῦντες καὶ ὑβρίζοντες εἰς τοὺς δεσπότας διὰ τὸ μὴ μετὰ πολλῶν δουλεύειν, ὡς οἱ μὲν οὐκ ἐδου- λώσαντο πολλάκις, οἱ δὲ ἀναξίως αὑτῶν. εἶθ’ ὁ μέν, 1 μέρη ἃ Μο 2 ἐπειγόμεθα Β 7 παρὰ τούτοις in marg I3 8 τοεξαρχῆς BV et ex το εξαρχῆς corr I3 10 τοῦ- τον om Patm sed γρ αὐτὸν in marg m2 | σχεῖν scripsi ἔχειν libri edd 12 αὑτοῖς Β num <καὶ> αὑτοῖς? 14 et (bis) μὴ δ’ ΙΒ 16 ἐξαπατᾶσθαι Mor | παρὰ τοῦ om Mor 19 δ᾿ edd τὸ (2) Mo | δύο, τῷ δὲ om Mo εἰς om B 24 ὡς] καὶ Β 25 αὐτῶν BV Mor ὅτι πατὴρ ἑνός ἐστι τέκνου, μακαρίζεται, τῷ δὲ ἡ πολυπαιδία δυστύχημα κέκριται, τὸν δὲ φυλάττεσθαι δεῖ μὴ πρὸς τὸ αὐτὸ πεσεῖν, ὁ δὲ νοῦν ἔχειν δοκεῖ δεδοικὼς γάμον.