XXXI (XXIX R) ΠΡΟΣ ΤΟΥΣ ΑΝΤΙΟΧΕΑΣ ΥΠΕΡ ΤΩΝ ΡΗΤΟΡΩΝ. R II 204 ὅτι μὲν οὔκ εἰμι τῶν τῇ πόλει πολλάκις ἠνω- κληκότων, ὦ ἄνδρες Ἀντιοχεῖς, οὐδὲ γέγονεν ὑμῖν εἰς τήνδε τὴν ἡμέραν οὔτε μικρὸν οὔτε μεῖζον ἐκ τῶν ἐμῶν λόγων περὶ τοὺς διδασκάλους ἀνάλωμα, πάντες ἂν ὁμολογήσαιτε· τοῦτο δὲ ἠξίουν ποιεῖν οὐχ ὡς οὐ τευξόμενος, εἰ καὶ μεγάλα ἐπήγγελλον, ἀλλ’ ὅσῳ προ- θυμότερον ᾔδειν ψηφιουμένους, τοσούτῳ μᾶλλον ἐμ- αὐτῷ προσήκειν ἡγούμην εὐλαβεστέρῳ φαίνεσθαι. νῦν δὲ οὐκέτ᾿ ἐνὸν σιωπᾶν οὐδ’ εἰ σφόδρα βουλοίμην, | C = codex Chisianus Α = Monacensis gr. 483 (Augustanus) Ρ = Palatinus gr. 282 Ι = Marcianus append. XCI 2 Mo = Monacensis gr. 101 Β = Barberinus II 41 V = Vindobonensis phil. gr. XCIII (Par = Parisinus gr. 583) 1 τοῦ αὐτοῦ ante πρὸς V, λᾶ CA | τοὺς inserui e BV om reliqui libri edd Ἀντιοχεῖς Mor cf. p. 32, 16. t. II 160, 1 2 λό- γος εἰκοστὸς δεύτερος post ῥητόρων V rubr, λόγος (??) Ι λζ Β rubr 4 οὐ δὲ ΙΒ 7 ὁμολογήσατε Mor sed „lego ὁμολογή- σαιτε vel ὡμολογήσατε“ in ed. 1616 p. 27 8 μάλα Ι | πρό- τερον Β 11 οὐκ ἔτ᾿ Μο ἥκω λέξων ἃ ἐμοὶ μὲν οὐκ ἦν δίκαιον μὴ λέγειν, R II 205 ὑμῖν δὲ πεισθῆναι καλόν. συμβήσεται γὰρ τοῖς διδό- ναι δοκοῦσιν οὐδὲν ζημιουμένοις δόξαν ὡς ἐπὶ με- γίστῃ φιλοτιμίᾳ λαβεῖν. 2. Εἰ μὲν οὖν ἢν μοι τοσοῦτος ὄγκος χρημάτων, ὡς αὑτῷ τε ἀρκεῖν καὶ τὰ τούτων διοικεῖν, πρὸς ἐμαυ̣- τὸν ἂν διελέχθην ἃ νῦν εἰς ὑμᾶς κομίζω, καὶ λύσας τοῖς ἑταίροις τὴν ἀπορίαν ἀμφοτέρων ἂν ἕνεκα ἡδό- μην, τοῦ τε κάλλιστον ἔργον εἰργάσθαι καὶ τοῦ μὴ φέρειν εἰς μέσον ἀνθρώπων ἔνδειαν ἦς τὴν αἰτίαν, κἂν σφόδρα φυλάττωμαι, χαλεπὸν τῇ πόλει διαφυγεῖν.