τολμᾶται μὲν οὖν κἀν ταῖς πό- λεσι, τὸ πολὺ δὲ ἐν τοῖς ἀγροῖς. καὶ πολλοὶ μὲν οἱ καθ’ R II 167 ἕκαστον πολέμιοι, | ἐπὶ δὲ μυρίοις κακοῖς τὸ διε- σπαρμένον τοῦτ’ ἀθροίζεται καὶ λόγον ἀλλήλους ἀπαι- τοῦσι τῶν εἰργασμένων καὶ αἰσχύνη τὸ μὴ μέγιστα ἠδικηκέναι. χωροῦσι τοίνυν διὰ τῶν ἀγρῶν ὥσπερ χείμαρροι κατασύροντες διὰ τῶν ἱερῶν τοὺς ἀγρούς. ὅτου γὰρ ἂν ἱερὸν ἐκκόψωσιν ἀγροῦ, οὗτος τετύφλω- ταί τε καὶ κεῖται καὶ τέθνηκε. ψυχὴ γάρ, ὦ βασιλεῦ, τοῖς ἀγροῖς τὰ ἱερὰ προοίμια τῆς ἐν τοῖς ἀγροῖς κτί- σεως γεγενημένα καὶ διὰ πολλῶν γενεῶν εἰς τοὺς νῦν ὄντας ἀφιγμένα.