εἰπέ μοι, διὰ τί τὸ τῆς Τύχης τοῦτο σῶν ἐστιν ἱερὸν καὶ τὸ τοῦ Δῖός καὶ τὸ τῆς Ἀθηνᾶς καὶ τὸ τοῦ Διονύσου; ἆρ’ ὅτι βούλοισθ’ ἂν αὐτὰ μένειν; οὔ, ἀλλ’ ὅτι μηδεὶς τὴν ἐπ’ αὐτὰ δέδωκεν ὑμῖν ἐξουσίαν. εἰλή- φατε δὲ τὴν κατ’ ἐκείνων ἃ διεφθάρκατε; <οὔ.> πῶς R II 202 οὐκ ὀφείλετε δίκην; ἢ πῶς ἃ δεδράκατε | καλεῖτε δίκην τῶν πεπονθότων οὐδὲν ἐν οὐδενὶ πεποιηκότων ὃ δέχοιτ᾿ ἂν αἰτίαν; 52. Ἦν σοι, βασιλεῦ, κηρύξαι· μηδεὶς τῶν ὑπ’ ἐμοὶ νομιζέτω θεοὺς μηδὲ τιμάτω μηδὲ αἰ- τείτω τι παρ’ αὐτῶν μήθ’ ἑαυτῷ μήτε παισὶν ἀγαθὸν πλὴν εἰ σιγῇ τε καὶ λανθάνων, ἅπας δὲ ἔστω τοῦ παρ᾿ ἐμοὶ τιμίου καὶ βαδιζέτω μεθέ- ξων τῶν ἐκείνῳ δρωμένων καὶ τάς τε εὐχὰς 15 ᾑπερ ἐκείνῳ ποιείσθω καὶ τὴν αὑτοῦ κεφαλὴν ὑπαγέτω τῇ τοῦ τὸν λεὼν ἁρμοττομένου χειρί. τὸν δ’ ἀπειθοῦντα πᾶσα ἀνάγκη τεθνάναι.