ἀλλὰ τοῦτο μὲν τὸ τοιοῦτο καὶ τοσοῦτον ἱερόν, ἵν᾿ ὑπερβῶ τὰ τῆς ὀροφῆς ἀπόρρητα καὶ ὅσα ἀγάλματα σιδήρου πεποιημένα κέκρυπτο τῷ σκότῳ διαφεύγοντα τὸν ἥλιον, οἴχεται καὶ ἀπόλωλε, θρῆνος μὲν τοῖς ἰδοῦ- σιν, ἡδονὴ δὲ τοῖς οὐχ ἑωρακόσιν, οὐ γὰρ ἴσον ἐν τοῖς τοιούτοις ὀφθαλμοί τε καὶ ὦτα, μᾶλλον δὲ τοῖς οὐκ ἰδοῦσιν ἄμφω, καὶ λύπη καὶ ἡδονή, τὸ μὲν ἐκ τοῦ πτώματος, τὸ δ’ ὅτιπερ οὐ τεθέανται.