ἔτι τοίνυν λαμπρὸς μὲν ὁ Μαράθων οὐ διὰ τοὺς μυρίους μᾶλλον Ἀθηναίων ἢ διὰ τὸν Ἡρακλέα καὶ Πάνα, θεία δὲ ἡ Σαλαμὶς οὐ διὰ τὰς <τρια- κοσίας> τῶν Ἑλλήνων μᾶλλον ναῦς ἢ τοὺς ἐξ συμμάχους, οἱ μετ’ ᾠδῆς τῆς αὑτῶν ἐπὶ τὴν ναυμαχίαν ἧκον. μυρίους <δ’> ἄν τις ἔχοι λέγειν πολέμους τῇ θεῶν εὐνοίᾳ κυβερνηθέντας καί, νὴ Δία γε, καὶ εἰρή- νῆς καὶ ἡσυχίας χρόνους. 33. Τὸ δὲ μέγιστον, οἱ μάλιστα τοῦτο τὸ μέρος ἀτιμάσαι δοκοῦντες καὶ ἄκοντες τετιμήκασι. τίνες οὗ- τοι; οἱ τὴν Ῥώμην τοῦ θύειν οὐ τολμήσαντες ἀφελἐ- R II 181 σθαι. καίτοι | εἰ μὲν μάταιον ἅπαν τοῦτο τὸ περὶ τὰς θυσίας, τί μὴ τὸ μάταιον ἐκωλύθη; εἰ δὲ καὶ βλαβερόν, πῶς οὐ ταύτῃ γε μᾶλλον; εἰ δ’ ἐν ταῖς ἐκεῖ θυσίαις κεῖται τὸ βέβαιον τῆς ἀρχῆς, ἁπανταχοῦ δεῖ νομίζειν λυσιτελεῖν τὸ θύειν καὶ διδόναι τοὺς μὲν 1 Paus. V 14, 2. VIII 15, 5 4 cf. ad t. II 264, 13 5 cf. ad t. II 135, 12 7 Polem. decl. Ι § 35. II § 41 | Her. VIII 65. Plut. Them. 15 13 cf. Cod. Theod. XVI 10, 10 cum nota Gothofredi t. VI p. 272 6 Δήμητραν καὶ Περσεφόνην P2IV2 5 καὶ τὸν πάνα Μ | τριακοσίας (i. e. τ΄) inserendum con- ieci Mus. Rhen. XXXII 92 coll. t. II 26, 7. Aesch. Pers. 337. Her. VIII 48 et 82 7 αὐτῶν IV Got 8 δ’ inserui | λέγειν om Β 12 δοκοῦντες C sed τες add s 13 οἱ C sed ι ex υ corr s | τοῦ] τὸ V 16 καὶ om V | „mallem γε καὶ μᾶλλον“ Re 18 τελεῖν Got | καὶ μὴ διδόναι Ρ sed μὴ inser m2 et καὶ διδόναι in marg scr m3, BU | καὶ διδόναι τοῖς μὲν ἐν ῥώμη δαίμοσι, καὶ τοῖς ἐν τοῖς ἀγροῖς· οὕτω συντακτέον in marg V2 ἐν Ρώμῃ δαίμονας τὰ μείζω, τοὺς δ’ ἐν τοῖς ἀγροῖς ἢ καὶ τοῖς ἄλλοις ἄστεσιν ἐλάττω, δέξαιτο δ’ ἄν τις εὖ φρονῶν καὶ τὰ τηλικαῦτα.