ἦν ἔθος πολλοὺς ἀγρότας εἰς | τοὺς γνωριμωτέρους συνιόντας ἐν ταῖς ἑοπ- R II 176 ταῖς θύσαντας εἶτα εὐωχεῖσθαι. τοῦθ’ ἡνίκα ἐξῆν ποιεῖν, ἐποίουν. μετὰ ταῦτα πλὴν τοῦ θύειν ἡ περὶ τἄλλα ἔμεινεν ἐξουσία. καλούσης τοίνυν τῆς εἰωθυίας ἡμέρας ὑπήκουον καὶ οἷς ἀκίνδυνον ἐτίμων αὐτήν τε καὶ τὸ ἕδος. ὅτι δὲ καὶ θύειν ἄξιον, οὐδεὶς οὔτ’ εἶπεν οὔτ’ ἤκουσεν οὔτ’ ἔπεισεν οὔτ’ ἐπείσθη. οὐδ’ ἂν εἴποι τις τῶν ἐκείνοις ἐχθρῶν, ὡς ἢ αὐτόπτης θυσίας γέγο- νεν ἢ ὡς ἔχει τὸν μεμηνυκότα. εἰ δ’ ἦν ταῦτα ἢ τὸ ἕτερόν γε, τίς ἂν ἤνεγκε τούτους ἕλκοντας καὶ βοῶντας καὶ κατηγοροῦντας οὐκ ἐν τῷ Φλαβιανοῦ δικαστηρίῳ, ἀλλ’ ἐν τοῖς ὡς ἀληθῶς δικαστηρίοις; οὕτω γὰρ λον ᾤοντο ἂν ἀναιρήσειν τὸ θύειν ἀνελόντες τῶν τε- θυκότων τινάς.