καὶ τοῖς γεωργοῦσιν ἐν αὐτοῖς αἱ ἐλπίδες ὅσαι περί τε ἀνδρῶν καὶ γυναικῶν καὶ τέκνων καὶ βοῶν καὶ τῆς σπειρομένης γῆς καὶ τῆς πεφυτευμένης. ὁ δὲ τοῦτο πεπονθὼς ἀγρὸς ἀπολώ- λεκε καὶ τῶν γεωργῶν μετὰ τῶν ἐλπίδων τὸ πρόθυ- μον· μάτην γὰρ ἡγοῦνται πονήσειν τῶν εἰς δέον τοὺς πόνους ἀγόντων ἐστερημένοι θεῶν. τῆς γῆς δὲ οὐκέθ᾿ R II 168 ὁμοίων | πόνων ἀπολαυούσης οὐδ’ ἂν ἴσος ὁ τόκος 1 κατασκαπτομένων Ι sed σκαπτο in ras 3 — 4 litt m3 5 ταῦτα post οὖν inser coni Re 9 τὰ ante μέγιστα inser coni Re 11 χείμαρροι in χειμάρροι corr V2 (cf. schol. Ven. A ad ll. δ 452) 12 οὗτος scripsi cum Re Anim et Cobeto Coll. 126 τούτῳ PU edd τοῦτο reliqui libri, sed τούτω suprascr V2, in τούτω corr I3 13 ψυχή. post τέθνηκε inser Re, quod improbanerunt Cobet et Monnier | κτίσεως C sed ι in η corr f κτήσεως IBMV 17 τε Ι sed ε in ras m3 19 ὅδε Got 22 τῆς γῆς — 93, 1 ἀπαντῴη citat Plan fol. 104 22 δ’ Plan 23 ἶσος Ρ sed ~ in ΄ corr m3, Plan ἴσως Got τῷ πρὶν ἀπαντῴη. τούτου δὲ ὄντος τοιούτου πενέστε- ρος μὲν ὁ γεωργός, ἐν βλάβῃ δὲ ὁ φόρος. καὶ γὰρ ἄν σφόδρα ἐθέλῃ τις, τό γε μὴ δύνασθαι κωλύει. 11. Οὕτως ἐπὶ τὰ μέγιστα τῶν πραγμάτων βαδίζει τὰ διὰ τὴν τούτων ἀσέλγειαν κατὰ τῶν ἀγρῶν τολ- μωμένα, οἱ φασὶ μὲν τοῖς ἱεροῖς πολεμεῖν, ἔστι δὲ οὗτος ὁ πόλεμος πόρος τῶν μὲν τοῖς ναοῖς ἐγκειμένων, τῶν δὲ τὰ ὄντα τοῖς ταλαιπώροις ἁρπαζόντων τά τε κείμενα αὐτοῖς ἀπὸ τῆς γῆς καὶ ἃ τρέφουσιν. ὥστ ἀπέρχονται φέροντες οἱ ἐπελθόντες τὰ τῶν ἐκπεπο- λιορκημένων. τοῖς δὲ οὐκ ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ γῆν σφετερίζονται τὴν τοῦ δεῖνος ἱερὰν εἶναι λέγοντες, | καὶ πολλοὶ τῶν πατρῴων ἐστέρηνται δι’ ὀνόματος R II 169 οὐκ ἀληθοῦς. οἱ δ’ ἐκ τῶν ἑτέρων τρυφῶσι κακῶν οἱ τῷ πεινῆν, ὥς φασι, τὸν αὑτῶν θεραπεύοντες θεόν. ἢν δ’ οἱ πεπορθημένοι παρὰ τὸν ἐν ἄστει ποιμένα, καλοῦσι γὰρ οὕτως ἄνδρα οὐ πάνυ χρηστόν, ἢν οὖν ἐλθόντες ὀδύρωνται λέγοντες ἃ ἠδίκηνται, ὁ ποιμὴν οὗτος τοὺς μὲν ἐπῄνεσε, τοὺς δὲ ἀπήλασεν ὡς ἐν τῷ μὴ μείζω πεπονθέναι κεκερδακότας.