καὶ ἃ κατὰ ἀπόντων ἐβλασφήμησε Μενέστρατος, ἀνεγινώσκετο καὶ ἐπι- στεύετο καὶ ἐκαλεῖτο πάλιν ὁ μόλυβδος, οὐ μὴν ἔπληξε. καίτοι εἰ μὲν ἐπ’ ἐλέγχῳ παρῆν, πῶς οὐκ ἔπληξεν; εἰ δὲ οὐδεὶς ἐξελήλεγκτο, τί παρῆν; ἢ ἵνα ἐλέγξειεν; καὶ μὴν οὐδὲν ἤλεγξεν. ἢ τοῦτο μὲν ἂν ἐποίησεν, ἡ χάρις δὲ ἐδόθη τῷ παρακαθημένῳ; οὐκοῦν καὶ αὐτὸς ἡμῖν τῶν τὰ τοιαῦτα χαριζομένων γέγονας. 27. Βοήθησον, ὦ βασιλεῦ, ταῖς βουλαῖς, βοήθησον, εἴ τινες ἄρα εἰσί, καὶ νόμους τοὺς ὑπὲρ αὐτῶν γε- γραμμένους μὴ μάτην ἔα κεῖσθαι, βεβαίου δὲ αὐτοὺς ταῖς τῶν παραβαινόντων κολάσεσι. κἂν οὕτω ποιῇς, ἴσως τις αὑτὸν εἰς βουλὴν καταλέξει. τὸν ἄνδρα δὲ ἐγὼ τοῦτον, εἰ μὴ δύναμαι τοιαῦτα ἀδικοῦντα φιλεῖν, ἴσως οὐκ ἀδικῶ. 3 cf. p. 28, 15 et 18 et ad p. 31, 13 9 ἤτοι οἱ τὸν μόλιβδον φέροντες τὴν καταδίκην ἀντὶ τοῦ εἰπεῖν τοὺς τοῦτο φέροντας ἀνθρώπους εἶπε τὸν μόλιβδον V2 1 πάλιν Ρ sed α in ras m2 2 κἀν Β | κυβιστήσῃς I 3 πρὸς BNVa sed in hoc πρὸ in marg et πρὸς in περὶ corr m2 | καὶ cancellavi 4 οὐ καὶ ἂν I | λαμπάδιόν Ρ sed α (2) in ras m2 5 ἑτέρω Va 9 μόλιβδος V 11 ἐξελήλεκτο BNVa 12 ἐλέγξειεν reposui e libris (ἐλέγξειε BV) 17 δ’ Re 19 τίς AIBV | αὑτὸν Ρ sed ‘ in ras m2 αὐτὸν ΑΙ 21 ἴσως delendum? | κατὰ ἰκαρίου subscr Α