καὶ νῦν δυοῖν ἀδελφοῖν ὁ μὴ βουλεύων τῷ βουλεύοντι παρακαθήμενος πεπληγμένον ἐκεῖνον κρείττων αὐτὸς ὢν ἢ τοῦτο παθεῖν παραμυ- θεῖται. τί οὖν οἴει οὐ ταχέως κἀκεῖνον ἐπὶ τὰ τοῦδε βαδιεῖσθαι οὐδὲ ἐγγράψειν αὑτὸν εἰς τοὺς ταῦτα οὐ πεισομένους; τῶν συλληψομένων δὲ εἰς τοῦτο οὐκ ἀπορήσει. καὶ πολλαχοῦ δὴ τῆς πόλεως, ὦ βασιλεῦ, μετὰ τὰς πληγὰς ἐκείνας τοιαυτὶ παρὰ τῶν βουλευ- όντων τῶν ὀλίγων λέγεται· χαιρέτω μὲν οἰκία, χαιρόντων δὲ ἀγροί, πωλείσθω μὲν ταῦτα, πω- R II 142 λείσθω δὲ ἐκεῖνα, | τῇ δὲ τιμῇ τῇ τούτων ὠνείσθω τις ἐλευθερίαν. 23. Τοιαῦτα ἡμῖν Ἰκάριος ἐπολιτεύσατο καὶ τοι- 3 Κυριακὸν ἦν Re 4 ἄλλ’ Re 8 τῷ σώματι scripsi e CAPIBNVa τὸ σῶμα V τὰ σώματα Re | τοιαῦτα reposui e libris ταῦτα Re 9 μὴ δὲ IBV 10 διατοῦτο IBV | ὡσει- πεῖν Β 16 ἐκείνων I | ὢν om V 17 οὖν; Re 18 ἐγγρά- φειν Va 23 πάντα Β 24 τῇ (2) om Β 25 τίς IBV ούτοις ἠμείψατό σου τὴν περὶ αὐτὸν σπουδὴν τῶν πόλεων τὸν θεμέλιον ὑποσπάσας. ἴσμεν γάρ, ὡς ἐπὶ τῶν βουλευτηρίων αἱ πόλεις ἑστήκασι, κἂν ταῦτα ὑφέλῃς, οὐδὲν ἔτι τὸ μένον. καὶ διὰ τοῦτο ἐσθῆτα ὁ λειτουργῶν ἥνπερ ὁ Ῥωμαῖος φορεῖ δόντων Ῥωμαίων, ὅπως μηδὲν ὑβριστικὸν περὶ τὸ σῶμα τὸ τοιοῦτο γίγνηται. ἀλλ’ ὁ θαυμάσιος οὗτος καταγελᾷ μὲν τῶν· λαβόντων, καταγελᾷ δὲ τῶν δεδωκότων, οὐκ ἐᾷ δὲ τὴν ἐσθῆτα δύνασθαι τοσοῦτον ὁπόσον ἔχει παρὰ τοῦ νόμου. συμβουλεύει δὲ οὐ ῥήμασιν, ἀλλ’ ἔργῳ καὶ πληγαῖς φεύγειν μὲν τὰς βουλάς, καταφεύγειν δὲ ἐτέ- ρωσε. 24. Μὴ οὖν μοι τὸν Ἑρμείαν μηδὲ τὸν Κρατῖνον μηδὲ Εὐστόχιον μηδὲ Μελήσιππον μηδὲ Λάμαχον μηδὲ τὸν δεῖνα ἢ τὸν δεῖνα, μὴ τούτους οἴου μόνον ἠδικῆ- σθαι ταῖς πληγαῖς, ἀλλὰ πολλὰς πόλεις διὰ τῶν λῶν, ὑπὲρ ὧν σὺ μὲν νόμους τίθης, οἱ δ’ οὐκ ἀξιοῦσι προσέχειν. ἀλλ’ ἤν τι καὶ μικρὸν τῶν ἰδίων ἐγκαλέ- σωσι, πολὺς ὁ μόλυβδος, ὁποῖον δή τι καὶ τὸ νῦν, ὡς ὅσα γε περὶ τὸ κοινὸν εἶχεν αἰτίαν, οὐδὲν οὐδαμοῦ τοσοῦτον.