ὂν ἐχρῆν ἅπαντα τὸν ἐν τῇ πόλει καὶ τοῖς καταπτύστοις ἀργυροκοπείοις κοπτόμενον ἄργυρον ὕθλον εἶναι νομίσαι πρὸς τὴν ἀπὸ τοῦ καταπεφρονηκέναι τῶν τοιούτων καὶ δόξαν καὶ ἐλπίδα. νῦν δ’ ἡμῖν καὶ αὐτὸς πλεῖστα συγγε- γένηται τοῖς τῶν τοιούτων ἐπιστήμοσι καὶ τὰ μὲν εἶπε, τὰ δὲ ἤκουσεν ἐγγὺς ἑστηκότων αἰτῶν, παρακαλῶν, χάριν ὑπισχνούμενος ἕξειν, ὑπισχνουμένων ποιήσειν ἡδόμενος. καίτοι καὶ εἰ δικαίως ταῦτα ἐκτῶ, τήν γ’ ὑποψίαν ἐχρῆν φυγεῖν. καὶ γὰρ εἰ ψευδὴς αὕτη, τό γε μηδὲ τὴν τοιαύτην εἶναι βέλτιον μηδὲ ἔχειν ἐρωτᾶν μηδένα μήτε τῇδε | μήτε ἐν Γαλάταις· πόθεν δὲ R II 141 ταῦτα; ἀλλ’ ὅτι μεθ’ ὧν ἀπῆρε σκευῶν, ταῦτα ἐπανῆ- κεν ἔχων. 1 αὐτῷ V αὑτῷ reliqui libri sed ‘ in ras Ρ2, Re 3 κα- δμίαν V 4 πλημελῶν Ρ sed μ alterum suprascr m2, ΙΒΝ | δ’ Re 6 τὸ scripsi τὸν libri Re | αὑτῷ Re 7 δὲ Re 9 μεγαλόφρων Β 13 ἀργυροκοπείοις scripsi auctore Re coll. t. II 547, 8 et t. II 209,10 R ἀργυροκόποις libri Re 14 κοπτό- μενον scripsi coll. t. II 554, 19 τυπτόμενον libri Re 17 εἶπεν Α 18 δ’ Re 22 μὴ δὲ (1) IBV | (2) APIB μηδ’ V Re 23 Γαλάταις suspectum Γαδάροις ? 21. Εἰ δ’ οὖν καὶ τῆς ἀνοίας ταύτης καὶ προπε- τείας ἔδει δίκην τὸν Λάμαχον ὑποσχεῖν καὶ τῶν γε περὶ τὴν Ἀντιπάτραν καὶ τὸν Κυριακόν, ἦν δεσμωτή- ριον· ἄλλος δ’ ἂν εἶπε καὶ πληγάς, ἀλλ’ οὐ τοσαύτας. μὴ γὰρ αὐτός ποτε τοῦτο συγχωρήσαιμι. χρὴ δὲ οὐδὲ σέ, βασιλεῦ· τοῦτο γάρ, τοῦτο ἔστιν ὃ τὰ βουλευτήρια κεκένωκε μάλιστα. ἴσως μὲν γάρ τι καὶ ἄλλο, τουτὶ δὲ διαφερόντως, αἰ πληγαί, καὶ τὸ τῷ σώματι τοιαῦτα πάσχειν, οἷα μηδὲ τὰ κακουργότατα τῶν ἀνδραπόδων. διὰ τοῦτο πάντες ὡς εἰπεῖν πλὴν βουλευτῶν γαμοῦσι καὶ τῶν βουλευόντων αὐτῶν ἐκδιδόντων, ὡς ἂν ἀκρι- βέστερον ἑτέρων τὰς ἐν τῷ βουλεύειν ἐπισταμένων ὕβρεις. ἢ γὰρ ἔλαβον πληγὰς ἢ προσδοκῶσιν ἐκ τῶν παραδειγμάτων.