ὂν ἐχρῆν ἅπαντα τὸν ἐν τῇ πόλει καὶ τοῖς καταπτύστοις ἀργυροκοπείοις κοπτόμενον ἄργυρον ὕθλον εἶναι νομίσαι πρὸς τὴν ἀπὸ τοῦ καταπεφρονηκέναι τῶν τοιούτων καὶ δόξαν καὶ ἐλπίδα. νῦν δ’ ἡμῖν καὶ αὐτὸς πλεῖστα συγγε- γένηται τοῖς τῶν τοιούτων ἐπιστήμοσι καὶ τὰ μὲν εἶπε, τὰ δὲ ἤκουσεν ἐγγὺς ἑστηκότων αἰτῶν, παρακαλῶν, χάριν ὑπισχνούμενος ἕξειν, ὑπισχνουμένων ποιήσειν ἡδόμενος. καίτοι καὶ εἰ δικαίως ταῦτα ἐκτῶ, τήν γ’ ὑποψίαν ἐχρῆν φυγεῖν. καὶ γὰρ εἰ ψευδὴς αὕτη, τό γε μηδὲ τὴν τοιαύτην εἶναι βέλτιον μηδὲ ἔχειν ἐρωτᾶν μηδένα μήτε τῇδε | μήτε ἐν Γαλάταις· πόθεν δὲ R II 141 ταῦτα; ἀλλ’ ὅτι μεθ’ ὧν ἀπῆρε σκευῶν, ταῦτα ἐπανῆ- κεν ἔχων. 1 αὐτῷ V αὑτῷ reliqui libri sed ‘ in ras Ρ2, Re 3 κα- δμίαν V 4 πλημελῶν Ρ sed μ alterum suprascr m2, ΙΒΝ | δ’ Re 6 τὸ scripsi τὸν libri Re | αὑτῷ Re 7 δὲ Re 9 μεγαλόφρων Β 13 ἀργυροκοπείοις scripsi auctore Re coll. t. II 547, 8 et t. II 209,10 R ἀργυροκόποις libri Re 14 κοπτό- μενον scripsi coll. t. II 554, 19 τυπτόμενον libri Re 17 εἶπεν Α 18 δ’ Re 22 μὴ δὲ (1) IBV | (2) APIB μηδ’ V Re 23 Γαλάταις suspectum Γαδάροις ? 21. Εἰ δ’ οὖν καὶ τῆς ἀνοίας ταύτης καὶ προπε- τείας ἔδει δίκην τὸν Λάμαχον ὑποσχεῖν καὶ τῶν γε περὶ τὴν Ἀντιπάτραν καὶ τὸν Κυριακόν, ἦν δεσμωτή- ριον· ἄλλος δ’ ἂν εἶπε καὶ πληγάς, ἀλλ’ οὐ τοσαύτας. μὴ γὰρ αὐτός ποτε τοῦτο συγχωρήσαιμι. χρὴ δὲ οὐδὲ σέ, βασιλεῦ· τοῦτο γάρ, τοῦτο ἔστιν ὃ τὰ βουλευτήρια κεκένωκε μάλιστα. ἴσως μὲν γάρ τι καὶ ἄλλο, τουτὶ δὲ διαφερόντως, αἰ πληγαί, καὶ τὸ τῷ σώματι τοιαῦτα πάσχειν, οἷα μηδὲ τὰ κακουργότατα τῶν ἀνδραπόδων. διὰ τοῦτο πάντες ὡς εἰπεῖν πλὴν βουλευτῶν γαμοῦσι καὶ τῶν βουλευόντων αὐτῶν ἐκδιδόντων, ὡς ἂν ἀκρι- βέστερον ἑτέρων τὰς ἐν τῷ βουλεύειν ἐπισταμένων ὕβρεις. ἢ γὰρ ἔλαβον πληγὰς ἢ προσδοκῶσιν ἐκ τῶν παραδειγμάτων. καὶ νῦν δυοῖν ἀδελφοῖν ὁ μὴ βουλεύων τῷ βουλεύοντι παρακαθήμενος πεπληγμένον ἐκεῖνον κρείττων αὐτὸς ὢν ἢ τοῦτο παθεῖν παραμυ- θεῖται. τί οὖν οἴει οὐ ταχέως κἀκεῖνον ἐπὶ τὰ τοῦδε βαδιεῖσθαι οὐδὲ ἐγγράψειν αὑτὸν εἰς τοὺς ταῦτα οὐ πεισομένους; τῶν συλληψομένων δὲ εἰς τοῦτο οὐκ ἀπορήσει. καὶ πολλαχοῦ δὴ τῆς πόλεως, ὦ βασιλεῦ, μετὰ τὰς πληγὰς ἐκείνας τοιαυτὶ παρὰ τῶν βουλευ- όντων τῶν ὀλίγων λέγεται· χαιρέτω μὲν οἰκία, χαιρόντων δὲ ἀγροί, πωλείσθω μὲν ταῦτα, πω- R II 142 λείσθω δὲ ἐκεῖνα, | τῇ δὲ τιμῇ τῇ τούτων ὠνείσθω τις ἐλευθερίαν. 23. Τοιαῦτα ἡμῖν Ἰκάριος ἐπολιτεύσατο καὶ τοι- 3 Κυριακὸν ἦν Re 4 ἄλλ’ Re 8 τῷ σώματι scripsi e CAPIBNVa τὸ σῶμα V τὰ σώματα Re | τοιαῦτα reposui e libris ταῦτα Re 9 μὴ δὲ IBV 10 διατοῦτο IBV | ὡσει- πεῖν Β 16 ἐκείνων I | ὢν om V 17 οὖν; Re 18 ἐγγρά- φειν Va 23 πάντα Β 24 τῇ (2) om Β 25 τίς IBV ούτοις ἠμείψατό σου τὴν περὶ αὐτὸν σπουδὴν τῶν πόλεων τὸν θεμέλιον ὑποσπάσας. ἴσμεν γάρ, ὡς ἐπὶ τῶν βουλευτηρίων αἱ πόλεις ἑστήκασι, κἂν ταῦτα ὑφέλῃς, οὐδὲν ἔτι τὸ μένον. καὶ διὰ τοῦτο ἐσθῆτα ὁ λειτουργῶν ἥνπερ ὁ Ῥωμαῖος φορεῖ δόντων Ῥωμαίων, ὅπως μηδὲν ὑβριστικὸν περὶ τὸ σῶμα τὸ τοιοῦτο γίγνηται. ἀλλ’ ὁ θαυμάσιος οὗτος καταγελᾷ μὲν τῶν· λαβόντων, καταγελᾷ δὲ τῶν δεδωκότων, οὐκ ἐᾷ δὲ τὴν ἐσθῆτα δύνασθαι τοσοῦτον ὁπόσον ἔχει παρὰ τοῦ νόμου. συμβουλεύει δὲ οὐ ῥήμασιν, ἀλλ’ ἔργῳ καὶ πληγαῖς φεύγειν μὲν τὰς βουλάς, καταφεύγειν δὲ ἐτέ- ρωσε. 24. Μὴ οὖν μοι τὸν Ἑρμείαν μηδὲ τὸν Κρατῖνον μηδὲ Εὐστόχιον μηδὲ Μελήσιππον μηδὲ Λάμαχον μηδὲ τὸν δεῖνα ἢ τὸν δεῖνα, μὴ τούτους οἴου μόνον ἠδικῆ- σθαι ταῖς πληγαῖς, ἀλλὰ πολλὰς πόλεις διὰ τῶν λῶν, ὑπὲρ ὧν σὺ μὲν νόμους τίθης, οἱ δ’ οὐκ ἀξιοῦσι προσέχειν. ἀλλ’ ἤν τι καὶ μικρὸν τῶν ἰδίων ἐγκαλέ- σωσι, πολὺς ὁ μόλυβδος, ὁποῖον δή τι καὶ τὸ νῦν, ὡς ὅσα γε περὶ τὸ κοινὸν εἶχεν αἰτίαν, οὐδὲν οὐδαμοῦ τοσοῦτον. διὰ τοῦτο ἐτεθνήκει μὲν γυνή τις τῷ 14 De Eustochio cf. ep. 198. 244. 699. 1149. 1306. 1544. 1553 1 αὐτὸν scripsi e BNV αὑτὸν reliqui libri Re 3 κἀν Β 4 ὑφέλῃς reposui e libris ὑφέλοις Re | οὐδὲν ἔτι Ρ sed εν et ε in ras m2 | διατοῦτο IBV 10 συμβουλεύῃ C sed η in ει corr m2 13 et 14 μὴ δὲ IBV 14 μελίσιππον IV ῆ η 17 τίθεις C τίθεις Α τιθεῖς Ρ sed ει in ras ex η ut videtur corr m1 et τίθης suprascr m2 τιθῇς ΙΒΝ | οἳ AVa οἵ BV | ἀξιοῦσι Ρ sed ι (2) in ras m2 19 μόλιβδος BNVaV Re cf. p. 58, 9 et t. II 93, 13 20 γε om V 21 διατοῦτο AIBV | μὲν om I qui verba inde a διατοῦτο usque ad βλέμματος (58, 2) in ras praebet λόγῳ καὶ πάλιν εὐθὺς ἔζη, οἱ δὲ τοιαῦτα ἐξαπατῶντες οὐδ’ ἀπὸ βλέμματος ἔδεισαν. ἀλλὰ κἂν κυβιστήσῃ πρὸ τοῦ ζεύγους ὁ Φερένικος, εὐταξία καὶ] τοῦτο καὶ σωφροσύνη καὶ οὐδεὶς ἠδίκηται. ἀλλ’ οὐκ ἐὰν Λαμ- R II 143 πάδιόν τις καὶ | Φιλόδημον καί τινας ἑτέρους τῶν ἐν Ἀράδῳ πολιτευομένων λοιδορήσῃ, λοιδορία τοῦτ’ ἔστιν, ἀλλ’ ἔλεγχος.